Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἰσήνεγκαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσῳ τῆς σκηνῆς ἧς ἔπηξεν αὐτῇ Δαυείδ, καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίου τοῦ θεοῦ.

καὶ συνετέλεσεν Δαυεὶδ ἀναφέρων ὁλοκαυτώματα καὶ σαωτηρίου, καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι Κυρίου.

καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ἰσραήλ, ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, τῷ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορείτην.

Καὶ ἔταξεν κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευειτῶν λειτουργοῦντας, ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν θεὸν Ἰσραήλ·

Ἀσὰφ ὁ ἡγούμενος, καὶ δευτερεύων αὐτῷ Ζαχαρίας, Εἰειήλ, Σαμαρειμώθ, Εἰειήλ, Ματταθίας, Ἐλιὰβ καὶ Βαναίας καὶ Ἀβδοδόμ, καὶ Εἰειὴλ ἐν ὀργάνοις, νάβλαις. κινύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν,

καὶ Βαναίας καὶ Ὀζειὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

  • ᾨδή.
  • 8Ἐξομολογεῖσθε, ἐπικαλεῖσθε αὐτὸν ἐν ὀνόματι αὐτοῦ,
  • γνωρίσατε ἐν λαοῖς τὰ ἐπιτηδεύματα αὐτοῦ.
  • 9ἄσατε αὐτῷ καὶ ὑμνήσατε αὐτῷ,
  • διηγήσασθε πᾶσιν τὰ θαυμάσια αὐτοῦ ἄ ἐποίησεν Κύριος.
  • [*](28 αναγαοντες U+05D0* (αναγοντ.U+05D0¹) | σωφειρ U+05D0 | κινυραις] κιννυρα superscr Aᵇ U+05D0A 29 διαθηκης] pr της A | ηλθεν] καθεν Ab?c?vid | Μελχορλ U+05D0| θυγατηρ) pr η A | ιδεν A XVI 1 εισενεγκαν U+05D0* (εισην. U+05D0c.a) | απηρισαντο U+05D0A | θεου] κυ A 3 om ανδρι 1° U+05D0 | αρτοκοπιακον A | αμοριτην U+05D0A 4 λιτουρ- γουντων U+05D0* (λιτουργουντας U+05D0c.a) | Κυριον τον θεον] κν θῡ U+05D0 τον κν θῡ A 5 δευτερευων] δευτερων U+05D0 δευτερος ων A | διειηλ 1°] Ιειηλ B?vid U+05D0 ο Ιειηλ A Σαμαριμωθ U+05D0 Σεμιραμωθ A | Εειηλ 2°] Ιαθιηλ A | Βενιας U+05D0* (Βαν. U+05D0c.a) Αθδεδομ A | διειηλ 3°] Ιειηλ A | ναβλαις] εν ναβλες A | κινυραις] pr και A Ασσαφ 6 om και Οζειηλ U+05D0* (hab U+05D0c.amg) κ. ζιηλ A | οι οιερεις] pr και | ενοντι U+05D0 | θεου] κυ U+05D0 7 κυριον] θν | αυτου] ουτων U+05D0 | om ωδη U+05D0 8 εξομολογεισθαι U+05D0A | επικαλεισθαι U+05D0A 9 αυτω 2°] αυτον U+05D0 | διηγησασθαι A | πασιν] pr εν U+05D0)
    36
    [*](B)

  • 10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ,
  • εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.
  • ¹¹ζητήσατε καὶ ἰσχύσατε,
  • ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
  • 12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν,
  • τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.
  • 13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ,
  • υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
  • 14Κύριος ὁ θεὸς ἡμῶν,
  • ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ.
  • 15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ,
  • λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
  • 16ὅν διέθετο τῷ Ἀβραάμ.
  • καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.
  • 17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα.
  • τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,
  • 18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν
  • σχοίνισμα κληρονομίας ὑμῶν.
  • 19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ
  • ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
  • 20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος
  • καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.