Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλεῖ Ἰούδα, καὶ ἐβασίλευσεν δώδεκα ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἢ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰ βοὰμ υἱοῦ Ναβὰτ ὄς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπ’ αὐτῆς.

Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήθ, καὶ ἐπέστρεψεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.

καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρα ἐκείνη ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραήλ·

καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ἰωσαφὰθ βασιλέα Ἰούδα λέγων Βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί. εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὄμοιός μοι ὄμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ .ἴπποι σου.

καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ ; καὶ εἶπεν Ὁδὸν ἔρημον Ἐδωμ.

καὶ ἐπορεύθη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὁ βασιλεὺς Ἰούδα [*](20 καινην] ινη sup ras ut vid A1 23 om και 3° Α | κατεπαιζον] κατεκραξαݲ Ba mg κατεκραζον Bb κρα superscr) καταπαιζιν Α | ειπεν Α αναβαινε 2°] + φαλακρε Α 24 ιδεν Α Κυριου] + και ειπεν και αρ γιας· Α | αρκοι] αρ sup ras Α1 | απ] εξ Α Ι τεσσερακον Eb) καιδυ δυι] και τεσσερακ. Α | παιδες Α επ[εστρεψεν] υπέστρ. A | Σαμαριαν Α III 1 om εν Ισρανλ. . . εβασιλευσεν 2° Α | Ιωσαφατ (item infra exc u (1°)) 2 om και ουχ ως...ο πατηρ αυτου (2°) Α τας στη bis scr Β* (improb 2° Ba (vid) b) 3 αυτης] αυτων A* (ras A?vld) 4 βασιλευς] βασιλεως Α | ην] μη B | om αρνων. . . χιλιαδας 2 Α Ι ἐπὶ πόκων Bb 6 Σαμαριας Α 7 ση μετ εμου ras ut vid A?)

746
[*](B) καὶ βασιλεὺς ’Eδώμ, καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν· καὶ οὐκ ἢν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν

καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Ὤ, ὅτι κέκληκεν Κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μάβ.

καὶ εἶπεν Ἰωσαφάθ Οὐκ έστιν ὦδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσομεν τὸν κύριον παρ’ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ἰσραὴλ καὶ εἶπεν Ὦδε Ἐλεισαῖε υἱὸς Ἰωσαφάθ, ὅς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλειού.

καὶ εἶπεν Ἰωσαφάθ Ἔστιν αὐτῷ ῥῆμα· καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰθ βασιλεὺς Ἰούδα καὶ βασιλεὺς Ἐδώμ.

καὶ εἶπεν Ἐλεισαῖε πρὸς βασιλέα Ἰσραήλ Τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ἰσραήλ Μή, ὄτι κέκληκεν κύριος τοὺς τρεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ.

καὶ εἶπεν ’ ἡ Κύριος τῶν δυνάμεων ᾦ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ πρόσωπον Ἰωσαφὰθ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, ἦ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε·

καὶ νῦν λάβε μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ’ αὐτὸν χεὶρ Κυρίου·

καὶ εἶπεν Τάδε λέγει Κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους

ὄτι τάδε λέγει Κύριος Οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὖτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν κοὶ τὰ κτήνη ὑμῶν.

καὶ κοῦφος καὶ αὕτη ἐν ὀφθαλμοῖς Κυρίου· καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ

καὶ πατάξετε πᾶσαν πόλιν ὀχυράν, καὶ πᾶν ξύλον ἀγαθὸν καὶ πάσας πηγὰς ὕδατος ἐμφράξατε, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἐν λίθοις.

καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς καὶ ἰδοὺ ὕδατα ἥρχοντο ἐξ ὁδοῦ Ἐδώμ, καὶ ἐπλήσθη ἡ γῆ