Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Υἱὸς δώδεκα ἐτῶν Μανασσὴ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκουτα κοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ὁψειβά.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.

καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἁκατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς.

καὶ θυσιαστήριον ἐν οἴκῳ Κυρίου, ὡς εἶπεν Ἐν Ἰερουσαλὴμ [*](Α) [*](13 τα αρωματα] pr και Α | λογος] τοπος Α 14 με] εμε Α 15 ειπεν 2°] + Εζεκιας Α | ειδον 2°] ιδεν Α Ι τα εν] om τα Α 16 ληον] pr /1 υπολειφθησεται] υπολημφθησεται Α | Κυριος] ο κݲςݲ Α /1 + || και ειπεν· μη ουκ αιαν (sic) ειρηνηΙ και αληθεια εσται εν ημεραις μου| Α /1 δυναστια Α | om λογων 2° Α 21 Μανασσης Α XXI /1 Α : item 18 | Οψειβα] Αψεφα B ab (A superscr) Οφσιβα Α 3 επεαπεστρ. Α Ι κατεσπασεν] κατεσκαφεν Α Ι ανεστησεν θυσιαστήριόν] ο θυσ. Α 4 θυσιαστηριον] pr το Α)

791
θήσω τὸ ὄνομά μου.

καὶ ᾠκοδόμησεν θυσιαστήριον πάσῃ τῇ δυνάμει [*](B) τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου.

καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίνσεν ἐλλὴν καὶ γνώστας ἐπλήθυνεν, τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.

καὶ ἔθηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπεν Κύριος πρὸς Δαυεὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ τούτῳ τούτῳ ἐν Ἰερουσαλὴμ ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα,

καὶ οὐ προσθήσω τοῦ σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, φυλάξουσιν φυλάξουσιν πάντα ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολὴν ἣν ἐνετείλατο ὁ δοῦλός μου Μωυσῆς.

καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσῆς τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου ὑπὲρ τὰ ἔθνη ἃ ἠφάνισεν Κύριος ἐκ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐλάλησεν Κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προφητῶν λέγων.

ἄνθ' ὧν ὅσα ἐποίησεν Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτεν καί γε Ἰουδὰ ἐν τοῖς εἰδώλοις αὐτῶν·

οὐχ οὕτως· τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω κακὰ ἐπὶ Ἰερουσαλὴμ καὶ ἐπὶ Ἰουδά, ὥστε παντὸς ἀκούοντος ἠχή ἀμφότερα τὰ ὦτα αὐτοῦ·

καὶ ἐκτενῶ ἐπὶ Ἰερουσαλὴμ τὸ Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ·

καὶ ἀπεώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν ἐχθροῖς αὐτῶν·

ἀνθ’ ὧν ὅσα ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς μου, καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγον τοὺς πατέρας ἀυτῶν ἐξ Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης.

καὶ γε αἷμα ἀθῷον ἐξέχεεν πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν Ἰερουσαλὴμ στόμα εἰς [*](4 το ονομα] τον θρονον Α 5 θυσιαστηριον] pr το Α | ταις δυσιν] Α Α 6 διηγε Α | ελλην] τεμε|νη B b mg θελητην Α 7 γλυπτον του αλσους] κρυπτον του οικου εν τω ασσει (sic)| ως εποιησεν Α | ω] ως Α | εν 3°] και Α Ι εξελεξαμην] pr ην Α | μου] + εκει Α 8 ης] η Α φυλαξουσιν] + του ποιειν Α Ι ενετειλαμην] + αυτοις Α Ι την εντολην] om την Α | ενετειλατο] + αυτοις Α 11 Αμαρραιος Α Ι ο εμπροσθεν] om ο Α | Ιουδας Α 12 επι Ιλημ· κακα Α | Ιουδαν Α 13 σταθμον Α | Ιερουσαλημ 2°] Ιηλμ Α | το αλαβαστρον Α | καταστρεφετε Α 14 υπολιμμα Α | εχθροις] pr τοις Α 15 om οσα Α Ι εποιησαν Α Ι om ης εξηγαγον...ημερας ° Α 16 πολυν Α Ι ειστομα Α)

792
[*](B) στόμα, πλὴν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ὧν ἐξήμαρτεν τὸν Ἰούδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου.

καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ πάντα ὅσα ἐποίησεν καὶ ἡ ἁμαρτία αὐτοῦ ἢν ἥ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς Ἰούδα;

καὶ ἐκοιμήθη Μανασσὴ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἀμὼς υιος αυτου αντ αυτου.

γἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλάμ, θυγάτηρ Ἁροὺς ἐξ Ἰεσεβάλ.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὼς ἐποίησεν Μανασσὴ ὁ πατὴρ αὐτοῦ.