Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἑζεκίας εἰς θάνατον. καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Ἔντειλαι τῷ οἴκῳ σου· ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.

καὶ ἐπέστρεψεν Ἑζεκίας πρὸς τὸν τοῖχον, καὶ ηὔξατο πρὸς Κύριον λέγων

Ὤ δὴ Κύριε, μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ καρδίᾳ πλήρει, καὶ τὸ ἀγαθόν σου ἐν ὀφθαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.

καὶ ἦν Ἠσαίας ἐν τῇ αὐλῇ τῇ ῥῆμα καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων

Ἐπίστρεψον καὶ καὶ ἐρεῖς πρὸς Ἑζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τ σου, είδον τὰ δάκρυά σου. ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ ἀναβήσῃ εἰς οἶκον Κυρίου.

καὶ προσθήσω επὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα καὶ ἐκ χειρὸς χειρὸς βασιλέων Ἀσσυρίων σώσω σε καὶ τὴν ταύτην· ταύτην· καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν δοῦλόν μου.

καὶ εἶπεν Λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει.

καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Τί τὸ σημεῖον ὅτι ἰάσεται Κύριός με, καὶ ἀναβήσομαι εἰς οἶκον Κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ;

καὶ εἶπεν Ἠσαίας Τοῦτο τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει Κύριος τὸν λόγον ὅν ἐλάλησεν· πορεύσεται ἡ σκιὰ δέκα βαθμούς, ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς.

καὶ εἶπεν Ἑζεκίας Κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς· οὐχί, ἀλλ’ ἐπιστραφήτω ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς δέκα βαθμοὺς εἰς τὰ ὀπίσω.

καὶ ἐβόησεν Ἠσαίας ὁ προφήτης πρὸς Κύριον, καὶ ἐπέστρεψεν ἢ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλδὰν υἱὸς Βαλαὰν βασιλεὺς βαβυλῶνος βιβλία καὶ μαναὰν πρὸς Ἑζεκίαν, ὅτι ἤκουσεν [*](37 Εσθραχ Α | θεοῦ] pr του Α | Αδρεμελεχ Α ἱ οι υιοι] om οι Α θησαν] διεσωθ. Α | Αραραθ] Αραδαδ Α | ο υιος] om ο Α χχ 1 Α | αποθνησκεις] pr οτι Α | συ] σ sup ras Α a 3 καρδια] pr εν Α | B | om σου 2° Α | εν οφθαλμοις] ενωπιον Α 5 om μου Α Ι τη ημερα] pr εν Α | αναβηση] αναβησεται Α | οικον] pr τον Α 6 βασιλεως Α | σωσω] σω 2° sup ras B? | δι εμε] δια με Α 7 ειπεν] Ησαιας Α | συκων] + ελημφθη Α 8 οικον] pr τον Α 9 βαθμους 1°] αναβαθμους Α | om επιστρεφη δεκα βαθμους Α 10 βαθμους (bis)] αναβαθμους Α | αλλ] αλλα Α I om εν τοις αναβαθμοις Α 11 ἀναβαθμοῖς] + καΙτεβη εν αναβαθμοις Α 12 Μερωδακβαλαδαν Α | Βαλααν ] Βαλαδαν Α | μανααν] παναα Α)

790
[*](B) ὅτι ἠρρώστησεν Ἑζεκίας.

καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν ἀυτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ σίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἰκον τῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἧν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.

καὶ εἰσῆλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκω σου; καὶ εἶπεν Πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἰδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἁλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.

καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Ἅκουσον λόγον Κυρίου·

ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὄσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπο- λειφθήσεται ῥῆμα ὃ εἶπεν Κύριος·

καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος.

καὶ εἶπεν Ἑζεκίας πρὸς εὐνοῦχοι Ἠσαίαν ὁ λόγος Κυρίου ὃν ἐλάλησεν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἑζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ῳ λόγων τῶν ἡμερὼν τοῖς βασιλεῦσιν Ἰούδα ;