Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὰ λοιπὰ τῶν λόγων πάντα ὄσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακεσίας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ ’Iούδα ἐβασλευσεν Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ’Iσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

καὶ συνεστράφη ἐπ’ αὐτὸν Φάκεε υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργβ κοὶ μετ’ αὐτοῦ Ἀρειά· καὶ μετ’ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Ἐν ἐτει πεντηκοστῷ πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Φάκεε υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ἀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

ἐν ταῖς ἡμέραις Φάκεε βασιλέως Ἰσραὴλ ἦλθεν Ἀλγαθφελλασὰρ [*](Α) [*](17 βασιλει] βασιλεως Α | εβασιλευσεν] pr και Α | Γαδδει] Γαλλει A vid 19 μετ αυτου] συν αυτω του ενι|σχυσαι το βασιλειον εν τη χει|ρι αυτου Α 20 αργιον Α Ι ισχυι] εν ισχυει Α Ι σικλους] + αργυριου Α 21 ουκ (ουχ ουκ Β ab) ιδου] ουχι Α Ι βφλιου Α 22 Φακεσιας] Φακειας Α (item 23) | αυτου 2°] Μαναην Α 23 βασιλει] βασιλεως Α | δυο] δεκα Α 25 αυτου (1°) Β * Α 1] μετα του Β b A * | Αρεια] Αριε Α Ι ανδρας Α 26 Φακειου Α | βιβλιου Α 27 βασιλει] βασιλεως Α 29 om Ισρ. ηλθεν Α)

777
Ἀσσυρίων καὶ ἔλαβεν τὴν Ἀὶν καὶ τὴν Ἀβὲλ καὶ τὴν [*](B) Θαμααχὰ καὶ τὴν Ἀνίωχ καὶ τὴν Kένεζ καὶ τὴν Ἁσὼρ καὶ Γαλαὰδ καὶ τὴν Γαλειλαίαν, πᾶσαν γῆν Νεφθαλεί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους.

καὶ συνέστρεψεν στρέμμα Ὡσῆε υἱὸς Ἠλὰ ἐπὶ Φάκεε υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν, καὶ ἐβασἱλευσεν ἀντ’ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ἰωαθὰμ υἱῴ Ἀχάς.

καὶ τὰ λοιπὰ τῶν λόγων Φάκεε καὶ πάντα ὅσα ἐποίησεν, γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

Ἐν ἔτει δευτέρῳ Φάκεε υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. Ἰούδα.

υἱὸς εἴκοσι καὶ πέντε ἦν ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἑκκαίδεκα ἔτη ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἐροὺς θυγάτηρ

καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐπ σεν Ὀζείας ὁ ποτὴρ αὐτοῦ.

πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην Κυρίου τὴν ἐπάνω. τὴν ἐπάνω.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαθὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλεῦσιν βασιλεῦσιν Ἰούδα;

ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν τὸν Ῥαασσὼν βασιλέα Συρίας καὶ τὸν Φάκεε υἱὸν Ῥομελίου.

καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.