Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Εἰοὺ ἐν παντὶ Ἰσραὴλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολει- πέσθω, ὄτι θυσίαν μεγάλην ποιῶ· ὄς ἄν ἀπολειφθῇ οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.

καὶ εἶπεν τῷ ἐπὶ τοῦ οἴκου μεσθαάλ ’ ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ

καὶ εἰσῆλθεν Εἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ· καὶ εἶπεν τοῖς δούλοις τοῦ Βάαλ Ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ’ ὑμῶν τῶν δούλων Κυρίου, ὄτι ἀλλ’ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.

καὶ εἰσῆλλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Εἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν Ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὦν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν, ἡ ψυχὴ α ψυχῆς αὐτοῦ.

καὶ ἐγένετο ὡς συνετίλεσεν ποιῶν τὴν [*](15 καρδια σου μετα καρδιας μου] μετα σου καρδια σου Α Ι om και 7° Α | om αυτον 3° Α 18 Ειου 2°] signa v 1 prae se fert BUxt et ms 19 Α | εαν] αν Α 20 ιεριαν Α Ι εκηρυξαν Α 21 om λεγων. . . ζησεται Α | om και παντες (3°) ...οι προφηται αυτου (2°) Α | ειστομα (sic) Α επι του οικου μεσθααλ] τοις επι του μισθααλ Α Ι εξαγαγετε Α Ι πασι] απασιν Α 23 om και ειπεν τοις δουλοις του Βααλ Α Ι εστιν] + ωδε Α Ι om του Βααλ 3 (hab Bab mg A) 24 θυματα] θυμιαματα Α | ογδοηκοντα] οκτω Α | εαν] αν Α | αναγω] + σωθη (sic) απο των ανδρων ων εγω αναγω Α)

766
[*](B) καὶ εἶπεν Εἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελθόντες πατάξατε αὐτούς, ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.

καὶ ἐξήνεγκαν τὴν στολὴν τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν.

καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἐπάταξεν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ταύτης.

καὶ ἠφάνισεν Εἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ.

πλ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὄς ἐξήμαρτεν τὸν Ἰσραήλ, οὐκ Εἰοὺ ἔμπροσθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν.

Καὶ εἶπεν Κύριος πρὸς Εἰού Ἀνθ’ ὧν ὄσα ἠγάθυνας τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὄσα ἐν τῇ καρδίᾳ τῷ οἴκῳ Αχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.

καὶ Εἰοὺ οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ Κυρίου θεοῦ Ἰσραὴλ ἐν ὄλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ἰεροβοὰμ ὄς ἐξήμαρτεν τὸν Ἰσραήλ.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συνκόπτειν ἐν τῷ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτοὺς Ἁζαὴλ καὶ ἐν παντὶ ὁρίῳ Ἰσραήλ,

ἀπὸ τοῦ Ἰορδάνου κατ’ ἀνατολὰς ἡλίου πᾶσαν τὴν Γαλαάδ, τοῦ Γαδδεὶ καὶ τοῦ καὶ τοῦ Μανασσή, ἀπὸ Ἀροὴρ ἤ ἐστιν ἐπὶ τοῦ χείλου Ἀρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.

καὶ τὰ λοιπὰ τῶν λόγων Εἰοὺ καὶ πάντα ὄσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

καὶ ἐκοιμήθη Εἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωαχὰς υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

καὶ αἱ ἡμέραι ἄς ἐβασίλευσεν Εἰοὺ ἐπὶ Ἰσραὴλ εἴκοσι εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.