Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Εἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας κα πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων

Καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεΘ' ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν, καὶ μεθ’ ὑμῶν τὸ ἅρμα καὶ ἵπποι κα πόλεις ὀχυραὶ καὶ τὰ ὄπλα·

καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν.

καὶ ἐφοβήθησαν σφόδρα, καὶ εἶπον Ἰδοὺ οἱ δύο ουκ εστησαν κατα προσωπον αὐτου, καὶ πως [*](28 om επι το αρμα και ηγαγον αυτον Α | αυτου 2°] + μετα των πατερων αυτου Α 29 Ιωραμ βασιλει] υιου I. βασιλεως Α | Οχοζιας BbA 30 επι Ισραηλ] εις Ιεζραελ Α | εστιμισατο] εστιβισατο Bab β superscr) εστιβεισατο Α 31 Ζαμβρι Α 32 om και ειδεν αυτην Α | δυο] τρεις Α 33 om και εκυλισαν αυτην Α | ηραντισθη Α 34 επισκεψασθαι Α 36 Ηλιου του θεσβιτ. Bb A Ι σραηλ] Ιεζαβελ Α 37 om Ισραηλ Α Ι ωστε μη] ως| τιμη Α Χ 1 om και 4° Α | om προς 3° Α 2 εαν] αν Α Α | ιπποι] pr οι Α Ι πολεις] pr αι Α 3 τον ευθη] ευθην Α Ι om και 3° Α Α 4 σφοδρα] + σφοδρα Α Ι ημεις] + αυτοι Α)

764
[*](B)

καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Εἰοὺ λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὄσα ἐὰν πρὸς πρὸς ἡμᾶς ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν.

καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἱ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρὸς μὲ ὡς ἡ ὥρα αὔριον εἰς Ἰσραήλ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.

καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰσραήλ.

καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκα τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης πόλεως εἰς πρωί.

καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη, καὶ εἶπεν πρὸς πάντα τὸν λαόν ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου κα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους ;

ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὄσα ἐλάλησεν ἐν χειρὶ δούλου δούλου Ἠλειού.

καὶ ἐπάταξεν Εἰοὺ πάντας τοὺς ἐν τῷ οἴκῳ Ἀχαὰβ καταλειφθέντας ἐν Ἰσραήλ, καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ, ὤστε μὴ καταλιπεῖν αὐτοὺς κατάλιμμα.

καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Αὐτὸς ἐν Βαιθάκαθ τῶν ποιμένων ἐν τῇ ὁδῷ,

καὶ Εἰοὺ τοὺς ἀδελφοὺς ὁχοζείου βασιλέως Ἰούδα καὶ εἶπεν Τίνες ὑ καὶ εἶπον Οἱ ἀδελφοὶ Ὀχοζείου ἡμεῖς, καὶ κατέβημεν εἰς τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης.

καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθάκαθ τεσσεράκοντα καὶ δύο ἄνδρας· οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.

Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ ἔλαβεν τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς [*](Α) [*](5 επι 1°] απο Α | και οι επι] και απο Α (και απ sup ras A1) | ημεις] Α Ο om των υιων Α | Ισραηλ] Ιεζραελ Α | αυτους 2°] αυ sup ras A1 7 αυτους 2° Α | εις Ισραηλ] εν Ιεζραελ Α 8 ηνεγκαν Α Ι πυλης om πυλης Ba vid πολεως| πολεως) Α om πολεως Bb 9 πρωι] εν πρωια Α Ι υμεις] υμιν Α 10 αφφω] inst tant ἀ Bb Ι πεσειται] ποιησαι Α | ου 2°] τι Α Ι Ηλιου BbA (item 17) 11 Ισραηλ] τω Ιεζραελ Α Ι γνωστας Α Ι καταλειπιν (sic) Α | αυτους] αυτου Α | καταλειμμα Bab ε superscr) 12 ανεστη] + και ηλθεν Α Ι Σιαμαριαν Α (item 17) Ι Βαιθακαδ Α 13 Οχοζιου BbvidA (bis) 14 και 2°] pr κα συνελαβοντο αυτους ζωντας Α Ι Βαιθακαδ Α)] εν τη| σκηνη Bab mg Ι τεσσαρακ. Bb? 15)

765
αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτὸν ἰού Εἰ ἔστιν [*](B) καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου ; καὶ εἶπεν Ἰωναδάβ Ἕστιν· καὶ εἶπεν Εἰού Καὶ εἰ ἔστιν, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἄρμα,

καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ’ ἐμοῦ καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ.

καὶ εἰσῆλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτόν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν πρὸς ’

καὶ ἐζήλωσεν Εἰοὺ πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς ’ ἐδούλευσεν τῷ Βάαλ ὀλίγα, Εἰοὺ δουλεύσει αὐτῷ πολλά.

καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μέ· ἀνὴρ μὴ ἐπισκεπήτω, ὄτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται. καὶ Εἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἴνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.

καὶ εἶπεν Εἰού Ἀγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξεν.