Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς ἰσραὴλ βασιλεῦσαι αὐτόν.

καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ λέγοντες

Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν· καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως οὗ ἔδωκεν ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι.

καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον.

καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ τούτῳ λόγον;

καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.

καὶ ἐνκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ’ αὐτοῦ τῶν παρεστηκότων πρὸ προςώπου αὐτοῦ

καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῶ τοῖς λέγουσι πρὸς μὲ λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ’ ἡμᾶς;

καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ’ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφ’ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου.

καὶ νῦν ὁ πατήρ μου ἐπεςάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν [*](Α) [*](XII 1 βασιλευς] pr ο Α |ηρχετο Α |αυτον] + και εγενετο ως ηκουσεν Ιερο|βοαμ· υιος Ναβατ· και αυτου ετι|οντος εν αιγυπτω ως εφυγεν|εκ προσωπου του του (sic) βασιλε|ως Σαλωμων· και επεστρεψεݲ|Ιεροβοαμ εξ αιγυπτου και απε|στειλαν και εκαλεσαβν αυτον|και ηλθεν Ιεροβοαμ· και πασα|η εκκλησια Ιݲσݲλݲ Α 4 το κλοιον Α 5 απελθατε Α |τριων ημ. Α 6 βασιλευς] +Ροβοαμ Α |βουλευεσθε] βουλεσθαι Α 7 αυτοις Ι°] +και ειξις (sic) αυτοις Α |λαλησεις Α 8 εγκατελιπεν B b εγκατελειπεν Α (item 13 [-πε B b]) |αυτου 2°] pr σου Α 9 συμβουλευετε] βουλευεται Α |λεγουσι] signa v l prae se fert B? txt et mg λαλησασιν Α 10 λαλησασιν Α |της οσφυος] υπερ την οσφυν Α 11 επεσασετο Α |μαστιξιν B bA (μαστιξειν))

707
σκορπίοις.

καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλὲα Ῥοβοὰμ [*](Β) ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐνκατέλιπεν Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ,

καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς μάστιγξιν, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ἡῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχειὰ τοῦ Σηλωνείτου περὶ Ἰεροβοὰμ οἱοῦ Ναβάτ.

καὶ εἶδον πᾶς Ἰσραὴλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν·

καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυείθ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν οἱῷ Ἰεσσαί. ἀπότρεχε, Ἰσραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυείδ. καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.

καὶ ἀπέστειλεν ὀ βασιλεὺς τὸν Ἀρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανεν· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἰερουσαλήμ.

καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυεὶδ ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐγένετο ὡς ἢκουσεν πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ῥοβοάμ, καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν αὐτὸν εἰς τὴν συναγωγήν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ. καὶ οὐκ ὀπίσω Δαυεὶδ παρὲξ σκήπτρου Ἰούδα καὶ Βενιαμείν, μόνοι.

Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βεναμείν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωών.