Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυςᾶ, καὶ λουτῆρες χρυσοῖ, [*](Α) [*](9 εν δικαιοσυνη] και δικαιωσυνην Α | αυτων] εαυτων Α 10 om ετι Α | om βασιλει Α 11 ην Β 1?b (vid)] ηη Β* (vid) ac mg η Α | ηνεγκεν] + εκ Σουφειρ Α | ξυλοπελεκ. Α 12 οικου 10] pr του Α | κινυρας και ναβλας Α | ελελυθει Α | om πελεκητα 20...ωφθησαν Α 13 αυτη 10] αυτω Α | οm αυτη 20 Α 14 ο σταθμος] οm o A | τω Σαλ.] του Σαλ. Α | οm και 20 Α 15 των εμπορων] και των εμπ. των ροποπωλων Α | περα Α 16 Σαλωμων] pr o βασιλευς Α 17 οm χρυσα Α | ενη- σαν χρυσου] χρυσιου ενησαν Α | αυτα] + ο βασιλευς Α 18 δοκιμου Α 19 αυτου] + χειρες επι του θρονου Α | τοπου] θρονου Α 19—20 οm εστηκοτες ... λεοντες Α 20 εστωτες] + εκει Α 21 τα υπο] του πο- του Α | Σαλωμων] pr βασιλεως Α | χρθσα γεγονοτα Α)

701
πάντα τὰ σκεύη δρυμοῦ οἴκου τοῦ Αιβάνου χρυςίῳ συνκεκλεισμένα· [*](Β) οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών.

ὅτι ναῦς Θαρσεὶς τῷ βασιλεῖ ἐν τῇ θαλάσςῃ μετὰ τῶν νηῶν Χειράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ βαῦς ἐκ Θαρσεὶς χρυςίου καὶ [*]() ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.

αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ἰερουσαλὴμ καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυείδ, καὶ τὴν Ἀσσοὺρ καὶ τὴν Μαδιὰν καὶ τὴν Γάζερ [*]((17b-19)) (17b-19) καὶ τὴν Βαιθωρὰμ τὴν ἀνωτέρω καὶ τὴν Ἰεθερμάθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων·

καὶ τὴν πραγματείαν Σαλωμὼν ἥν ἐπραγματεύσατο οἰκοδομῆσαι [*]() ἐν Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰδραὴλ [*]() ὄντων, (21) τὰ τέκνα αὐτῶν τὰ ὑπολελιμμένα μετ’ αὐτοὺς ἐν τῇ γῇ οὕς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολεθρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν [*]() αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.

καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ [*]() καὶ ἱππεῖς αὐτοῦ.

καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς [*]() βασιλεῖς πλούτῳ καὶ φρονήσει.

καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ [*]() ἧς ἔδωκεν Κύριος τῇ καρδίᾳ αὐτοῦ.

καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυςᾶ καὶ ἑματισμόν, στακτὴν καὶ ἡθύσματα [*]() καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ’ ἐνιαυτὸν ἐνιαυτῷ.

καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἴπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν [*]((ν) (Ι)) ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ.

καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς [*](21 δρυμου οικου] οικου του δρ. Α | Λιβανου] Λαβανω Α | συνκεκλεισμενα Α (συνκεκλισμ. Βa συγκεκλεισμ. Bb)] συνκεκλισμενοι Β* συγκεκλισμενω Α | λογιζομενον] λουισμενον (sic) A | Σαλωμων 2°] + εις οτιουν Α 22 λιθων τορ. και πελεκ.] οδοντω| ελεφαντινων και πιθηκων· | και ταωνων·| Α 23–25 om αυτη ην η πραγματεια . . . ιππεις αυτου Α 26 βασιλεις] + της γης Α 28 εκαστος] προς αυτον Α | σκευη] pr σκευη αργυρα και Α ενιαυτω] ενιαυτον Α 29 και Ι°] pr και συνελεξεν Σαλωμων αρμα| τα και ιππους· Α | σαν τω Σαλωμων . . . αρματα sup ras A1 | τεσσερακοντα Α1 | εις] pr και Α1 | πολεςι| Α)

702
[*](Β) ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

καὶ ἔδωκεν ὁ βασιλεὺς [*]() τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίονυς τὰς ἐν ῇ πεδινῇ εἰς πλῆθος.

καὶ ἡ ἔξοδος Σαλωμὼν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου καὶ ἐκ [*]() Θεκοῦε ἔμποροι τοῦ βασιλέως, καὶ ἐλάμβανεν ἐκ Θεκοῦε ἐν ἀλλάγματι.

καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ [*]() ἑκατὸν ἀργυρίου, καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου. καὶ οὔτω τοῖς βασιλεῦσιν πᾶσιν Χεττιεὶν καὶ βασιλεῦσιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.