Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ΚΑΙ ὁ βασιλεὺς Δαυεὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.

καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητηςάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς.

καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβειςὰ τὴν Σωμανεῖτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.

καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

καὶ Ἀδωνείας υἱὸς Ἁγγεὶθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.

καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ.

καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας καὶ μετὰ Ἀβιαθὰρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνειού.

καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ναθὰν ὁ προφήτης καὶ Σεμεεὶ καὶ Ῥησεὶ καὶ υἱοὺ δυνατοὶ τοῦ Δαυεὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνειού.

καὶ ἐθυςίασεν Ἀδωνειοὺ πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ Αἰθὴ τοῦ Ζωελεθεὶ ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ, καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς ἁδροὺς Ἰούδα, παῖδας τοῦ [*](I 2 ειπαν Α |τω βασιλει Ι°] pr τω κυριω ημων Α |παραστησεται] +ενωπιον Α Α | μου] ημων B abmg A 3 Αβεισα] Αβισαγ Α (ita ubique) | Σωμανιτην Α 4 νενεανις Α |τον βας. θαλπουσα Α 5 Αδωνιας Α (item 9 [pro Αδωνειου], 11, 13, 18, 24, 41, 42, 50, 51) |Αγιθ Α |παρατρεχειν εμπρ.] ειݲ|εμ sup ras B b παρατρεχοντας εμπρ. Α 6 απεκωλυεν Α |τι] ras aliq B? | om τη οψει Α 7 Αδωνιου Α (item 8, 25, 49) 8 Βαναιας] αια sup ras Α 1 |Iviadae A (item 32, 36, 38, 44) 9 εθυασεν Α |μοσχους] βοας Α | μετα Αιθη του Ζωελεθει] παρα τον λιθον του Ζωελεθ Α |Ρωγηλ] pr πηγης Α |τους δελφ. αυτου] παντας τ.|α. υτ. τους|υιους του βασιλεως· Α |τους αδρους] παντας τους ανδρας (ανδρ. sup ras A a?) A | Ιουδα παιδ sup ras A a?)

670
[*](Β) βασιλέως·

καὶ τὸν Ναθὰν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμὼν ἀδελθὸν αὐτοὺ οὐκ ἐκάλεσεν.

καὶ εἶπεν Ναθὰν πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνείας υἱὸς Ἁγγείθ, καὶ ὁ κύριος ἡμῶν Δαυεὶδ οὐκ ἔγων;

καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοὺ σου Σαλωμών.

δεῖ ρο σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ’ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρό9νου μου ; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνείας ;

καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω καὶ πληρώσω τοὺς λόγους σου.

καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα εἰς τὸν ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβειςὰ ἡ Σωμανεῖτις ἡ λειτουργοῦσα τῷ βασιλεῖ.

καὶ ἔκυψεν βηρσάβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἔστιν σοι ;

ἡ δὲ εἶπεν Κύριε, σὺ ὤμοσας ἐν τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Δαλωμὼν βασιλεύσει μετ’ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου.

καὶ νῦν ἰδοὺ Ἀδωνείας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·

καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.

καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν.