Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

IXἈρὲδ υἱοῦ Βαχεὶ υἱοῦ Ἀφὲκ υἱοῦ ἀνδρὸς Ἰεμειναίου, ἀνὴρ

καὶ τούτω υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν.

καὶ ἀπώλοντο αἱ ὄνοι Κεὶς Σαούλ. καὶ εἶπεν Κεὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ Λάβε σεαυτοῦ ἱν τῶν παιδαρίων, καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους.

καὶ διῆλθον ὄρους Ἐφράιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχά, καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Ἐασακέμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς Ἰακείμ, καὶ οὐχ εὖρον.

αὐτῶν ἐλθόντων εἰς τὴν Σεὶφ καὶ Σαοὺλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ Δεῦρο καὶ ἀναστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζει περὶ ἡμῶν.

καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἴδου δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ, κα ὁ ἄνθρωπος ἔνδοξος, πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡ ἐπορεύθημεν ἐπ’ αὐτήν.

καὶ εἶπεν Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ καὶ ἰδοὺ πορευσόμεθα, καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ,. ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγίων ἡμῶν, καὶ πλεῖον [*](Α 19 ἐβούλετο Α | ἄκουσαι] pr του Α I οὔχι] οὐχ Α | βασιλεὺς] pr ὅτι Α 21 αὐτοὺς] αὐτοῖς Α | κυρίου] κυݲ sup ras B 1 ? ab 22 κα εἶπεν Ι°] καὶ ras B 1 ? ab | ἄνδρας] ανορας Α ΙΧ 1 καὶ Ι°] † ἢν Α | Αβιηλ Α | Βεχωραθ Α | Αφαχ A* Αφιχ A 1 ? | του Ιεμινναιου Α 3 οι ἅ Α | πατρὸς] του προς (sic) Α 4 διῆλθον Ι°] διηλθαν Α | Σελχα] Σαλισσα Α | Σααλειμ Α | Ιακειμ] Ιεμειναιου Α 5 ἀυτῶν] † ’δε Α | τὴν Σειφ] γην Σ. Α I ἀναστρέψωμεν] αποστρεψ. Α | φροντίζῃ Α 6 ανθρωπος Ι°] ο κςݲ (ο ανοςݲ A* vid) | πόρε πορευθωμεν] † εκει Α | ἀπηγγέλη Α 7 Α | οἱ αρτοι] om οἱ Α | αγγιων ἀγγείων Bab)] αἰτίων Α )

561
οὐκ ἔστιν μεθ’ ἡμῶν, εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν.

καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ Ἴδου εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν.

καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος, ἐν τῷ πορεύεσθαι ἐπερωτᾷν τὸν θεόν Δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν Ὁ βλέπων.

καὶ εἶπεν Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαθὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευθῶμεν· καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ θεοῦ.

αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως, καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ, καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων ;

καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς Ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἤκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμά.

ὡς ἂν εἰσέλθητε τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς βᾶμά τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαός ἕως τοῦ εἰσελθόν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν.

καὶ ἀναβαίνουσιν τὴν πόλιν· αὐτῶν εἰς μέσον τῆς πόλεως, καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς ἐπάντησιν αὐτῶν, τοῦ ἀναβῆναι εἰς βᾶμά.

Καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων

Ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ Βενιαμείν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθεν βοὴ αὐτῶν πρὸς μέ.

καὶ Σαμουὴλ εἶδεν τὸν Σαούλ, καὶ Κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου.

καὶ προσήγαγεν πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως κοὶ εἶπεν Ἀπάγγειλον δή ποῖος ὁ οἶκος τοῦ βλέποντος.

καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ [*](9 μεθ’ ἤμων] ἐν ἥμιν Α | εἰσενεγκεῖν] pr του Α 8 δώσεις] δωσεις] A Α 9 om ἐν Ι° Α | ελεγαν Α | ἐπερωτῆσαι Α | ’τον θέον] om ’τον Α | δεῦρο] καὶ Α 10 ο του θεοῦ] om ο Α 11 ὑδρεύεσθαι] ὑδρεύσασθαι Α (post υδρ. ras 3 litt Λῆ 12 om αὐτοῖς ° Α | νυν] pr τάχυνον Α 13 Βανα Α | εἰσελθεῖν] ἐλθεῖν Α | ταύτα sup ras Bab 14 ἀπάντησιν] pr τὴν Α 15 καὶ κς| ἀπεκάλυψεν τὸ ὤτιον Σα|μουηλ ἥμερα μία ἔμπροσθε] του ἐλθεῖν Σαουλ πρὸς αὐτὸν λέγωι Aa? (om λῆ 16 καῖρος] † οὕτος Α | αὔριον bis scr Α Ι ἀποστέλλω Α | τῆς Βενιαμειν] γῆς Βενιαμειν Α | post με tes aliq B? 18 προσ|ηγαγεν B* προση|γαγεν Bb | δὴ] † μοι Α | ο οικος] om ο Α )

562
[*](Β) εἶπεν Ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς βᾶμά καὶ φάγε μετ’ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῆ καρδίᾳ σου ἀπαγγελῶ σοι.

καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων, μὴ θῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραήλ, οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου ;