Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

VI μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας.

καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες Τί ποιήσωμεν κιβωτῷ Τυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς.

καὶ εἶπαν Εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης θεοῦ κυρίου Ἰσραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν· μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ’ ὑμῶν;

καὶ λέγουσιν Τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ ; καὶ εἶπαν ’ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἕν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ·

καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν. καὶ δώσετε τῶ κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.

καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε [*](8 του θεοῦ 1°] θῦ’ θݲυݲ Α | κιβωτὸς 2°] η κειτος (sic) Α 9 τῆ πόλει] Α pr ἐν Α | ἕως] pr καὶ Α | οἱ Γεθθ. ἑαυτοῖς Α 10 om λᾶι εγενηθη . . . εις Ἀσκάλωνα Α | Ασκαλωνιται BbA j om πρὸς ἧμας Α 11 ἀποστέλλουσιν Α | τους̣ σατρ.] pr πάντας Α | εἶπαν Α | σύγχυσις] -f θανάτου Α | om Ισραηλ 2° Α VI 1 κιβωτὸς] † κݲυݲ Α | τῶν bis scr Α 2 κιβωτῷ] pr τῆ Bab (superscr) Α | κυρίου] pr του Α | ἐν τινι] pr καὶ Α | αποστελλουμεν (sic) Α 3 ειπον Α | κݲυݲ θݲυݲ Α | ἐξαποστείλητε] ἀποστείλητε Α | καινὴν Α | η χεὶρ] om η Α 4 κατ’] κάτα Α | χρυσας] † καὶ πέντε μύας χρυσοὺς Α 5 καὶ μὺς χρυσοὺς] καὶ ποιήσεται ὁμοίωμα τῶν ἔδρων ὑμῶν καὶ Α | κουφίσει Α 6 ἐβάρυνεν] ἐβαρύνθη Α)

556
[*](B) ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτοὺς καὶ ἀπῆλθον ;

καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων. καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ, καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον.

καὶ λήμψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν, καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αἴῃ τῆς βασάνου καὶ οὐ θήσετε ἐν θέματι βερεχθὰν ἔ’ καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, κ

καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν αὐτῆς αὐτῆς πορεύσεται κατὰ Βαιθσάμυς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην· καὶ ἐὰν μή, κα γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ συνπτωμα τοῦτο γέγονεν ἡμῖν.

καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτως, κα ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ, καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον.

καὶ ἔθεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν, καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς.

καὶ κατεύθυναν αἱ βόες ἐν τῆ ὁδῷ εἰς ὁδὸν Βαιθσάμυς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων, καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσάμυς.

καὶ οἱ ἐν Βαιθσάμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι, κα ἤραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου, καὶ ηὐφράνθησαν εἰς ἀπάντη- σιν αὐτῆς.

καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν Ὡσῆε τὸν ἐν Βαιθσάμυς, καὶ ἔστησαν ἐκεῖ παρ’ αὐτῇ λίθον μέγαν· καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης, καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ.

καὶ οἱ Λευεῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ θέμα ἐργὰβ μετ’ αὐτῆς καὶ τὰ ἐπ’ αὐτῆς σκεύη τὸ χρυσᾶ, καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου· καὶ οἱ ἄνδρες Βαιθσάμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ.

καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων, καὶ ἀνέστρεψαν εἰς Ἀσκάλωνα τῆ ἡμέρα ἐκείνῃ.

καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ ἃς ἀπέδωκαν [*](Α 6 ἐξαπέστειλεν Α | ἀπῆλθαν Α | καινὴν] † μίαν Α | ἄνευ] αν|ου Α | om ἄπο Α 8 κιβωτὸν] † κυݲ Α | ἀυτὴ] αυτα Α | βερεχθαν βερσεχθαν Α | ἐξαποστείλατε Α | om καὶ ἀπελάσατε ἄσην Α | απελευσεται Α 9 ει] εἰς Α | οριον] οπιων Α | κάτα] pr καὶ Α | Βεθθαμυς Α | τὴν μεγαλην ταυτην Α 11 κιβωτὸν] 11κιβωτον † Α | εργαβ] αργοζ́ Α | τοὺς 2° bis scr Α † και τὰς εἰκόνας τῶν ἔδρων ἀυτῶν Α 12 κατηύθυναν Α | Βαιθσαμυς Ι°] Βεθσαμυς Α | Βαιθσαμυς 2°] Βεθθαμυς Α 13 Βεθθαμυς Α | ἔιδον] Α | εὐφράνθησαν Α 14 Ωσηε] Ἰησοῦ Α | Βεθσαμυς Α | ἀυτὴ] ἀυτὴν Α | om εἶ 2° Α | ολολαυτωσιν] ὁλοκάρπωσιν Α 15 του κυρίου] om Α | εργαβ] αργοζ Α I χρυσᾶ] † α (superset) Bnb Ι Βεθθαμυς Α | θυσιας] ἔθυσαν θυσίαν Α 16 ἀνέστρεψαν] α 2° ras Α | Ασκαλωνα] Ακκαρων 17 om ἕδραι Α)

557
οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης [*](B) μίαν, τῆς Ἀσκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς Ἀκκάρων μίαν.

καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ Ὡσῆε τοῦ Βαιθσαμυσείτου.

Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ἰεχονίου ἐν τοῖς ἀνδράσιν Βαιθσάμυς, ὅτι εἶδαν κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ ιλιάδας ἀνδρῶν. καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξεν Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα.

καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσάμυς τίς δυνήσεται διελθεῖν ἐνώπιον τοῦ ἁγίου τούτου ; καὶ πρὸς τίνα ἀναβήσηται κιβωτὸς κυρίου ἀφ’ ἡμῶν Κυρίου ἀφ’ ἡμῶν ;