Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλό- φυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ.

καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων , καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.

καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων ; λάβωμεν τὴν κιβωτὸν τοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν καὶ σώσει ὑμᾶς ἐκ θρῶν ἡμῶν.

καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου χερουβείμ· καὶ οἱ υἱοὶ Ἤλει μετὰ τῆς κιβωτοῦ, Ὁφνεὶ καὶ Φεινεές.

καὶ ἐγεννήθη κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς καὶ ἤχησεν ἡ γῆ.

καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι τίς ἢ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολὴ τῶν Ἐβραίων ; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.

καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, Κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην.

οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων,. οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ [*](Α 20 Βηρσαβεαι Α 21 τὼ κυρίω] του νυ Α | om καὶ 3° Α IV 1 ἅπαντ’. αὐτοῖς Ιηλ Α παρεμβάλλουσιν Ι°] παρεμβαλοῦσιν Α Αβεννεζερ Α 2° BA1] παρεμβαλοῦσιν Α* 2 τεσσαρω· Α 3 Σηλωμ Α | τὴν κιβ.] † τῆς διαθήκης Α | ἐκ Σηλωμ] εἰς Σ. Α | ἐκ Α | ὑμὰς] ἧμας Α 4 τὴν κιβ.] † τῆς διαθήκης Α | κυρίου] Α | χερουβειν Α | οἱ υἱοὶ] om οἱ Α | τῆς κιβ.] † τῆς διαθήκης του θῦ’ Α | Φινεες 5 κιβωτος] † διαθήκης Α 6 τῆς κραυγης] pr τὴν φωνὴν Α | κραυγὴ] † του ἀλαλαγμοῦ Α 7 om οὐαὶ ημιν Α | ὅτι] pr οὐαὶ ἥμιν Α | χθὲς Bb | τρίτης Α 8 τούτων] του|τω Α | ουτοι])

553
καὶ ἐν τῇ ἐρήμῳ.

κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας καὶ πολεμήσατε [*](B) αὐτούς.

καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων.

καὶ κιβωτὸς θεοῦ ἑλήμφθη, καὶ ἀμφότεροι υἱοὶ Ἠλεὶ ἀπέθανον, Ὁφνεὶ καὶ Φεινεές.

καὶ ἔδραμεν ἀνὴρ Ἰεμειναὶος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα Ἴ’ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

καὶ ἦλθεν, καὶ ἰδοὺ Ἤλει ἐπὶ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεὶλαι, καὶ ἀνεβόησεν ἡ πόλις.

καὶ ἤκουσεν Ἤλει τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν τίς ἡ βοὴ τῆς φωνῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ἤλει.

καὶ Ηλεὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ἠλεὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ τίς ἡ φωνὴ τοῦ ἤχους τούτου ;

καὶ ὁ ἀνὴρ σπεύσας Ηλεὶ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον;

καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου θεοῦ τεθνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη.

καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἐπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι ἔτη.

Καὶ νύμφη αὐτοῦ γυνὴ Φεινεὲς συνειληφυῖα τοῦ τεκεῖν· κοὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἑλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅ τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσεν καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ’ αὐτὴν ὠδῖνες αὐτῆς·

καί ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. καὶ αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ αὐτῇ φοβοῦ, ὅτι υἱὸν [*](9 ανδρας] + αλλοφυλοι| μηποτε δουλεύσητε τοῖς Εβραι|οις καθὼς ἐδούλευσαν Α ἥμιν καιΙ ἔσεσθαι εἰς ἄνδρας Α | καὶ πολεμήσατε] καὶ πολεμη| sup ras A ? vid 10 επεσον Α 11 κιβ. θεοῦ] η κιβ. του θῦ’ Α | υἱοὶ] pr οἱ Α | Ἤλει] Ηδει Α * vid | Φινεες Α 12 Ιεμμιναιος Α 13 Ἤλει] † ἐκάθητο Α | καρδία] pr η Α | απαγγ. εἰς τὴν πόλιν Α 14 βόη τῆς φωνῆς] φωνὴ τῆς βοῆς Α 15 ὑίος] † ὢν Α | ἐνενήκοντα] † καὶ ὀκτὼ Α | αὐτοῦ] ἀυτῶν Α | ἤχου Α 16 προσῆλθεν] † πρὸς Α | κἄγω] καὶ ἐγὼ Α † ἐκ τῆς παραταξ. πεφευγα Α 17 πλήγη μέγ’. ἐγένετο Α | τεθνήκασιν] † Οφωει καὶ Φινεες Α 18 βαρὺς sup ras Bab | εἴκοσιν Α 19 Φινεες Α 20 παρεστηκυ|ιαι Β* παρεστηκυι|αι Bb παρεστηκυαι Α)

554
[*](Β) τέτοκας. καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.