Regnorum I (Samuelis I In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
Καὶ ἐγενήθη εἰσελθόντος Δαυεὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Κεειλὰ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ καὶ ἐπάταξεν τὴν Σεκελὰκ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί·
καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου, οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα ἀλλ’ ᾐχμαλώτευσαν · καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
καὶ ἦλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐνπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν κοὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι.
καὶ ἦρεν Δαυεὶδ κα οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἔτι κλαίειν.
καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυεὶδ ᾐχμα- Αχεινόομ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὸλ τοῦ Καρμηλίου.
καὶ ἐθλίβη Δαυεὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθο- [*](Α 6 κάτα σου] ἐν σοι Α | σήμερον ἡμέρας] ἡμέρας τῆς σῆμ’. Α | ἀγαθὸς] pr οὐκ Α 7 αναστραφε Α 9 πρὸς Δαυειδ] pr καὶ εἶπεν Α | μου] + καθὼς αγγελος θυݲ Α 10 πρωει (sic) sup ras A1 | om σὺ Α | Α | om ἔκει Α | om ἐν καρδία σου Α (aliq deesse ind A a?) | μου] ἐμοῦ Α | ὀρθρίσατε] διορθρ. Α 11 απελθειν] + τὸ πρωει Α | ἔπι] πρὸς Α XXX 1 Κεειλα] Σικελαγ Α | Σεκελακ 1°] τὴν Σικελαγ Α | Σεκελακ 2°] Α | ενεπυρσεν] ἐνέπρησεν Α 2 καὶ τὰς γυν.] pr καὶ ηχμαλωτευσεν Α | εως] pr κα Α | εθανωτωσεν (sic) Α 3 αιχμαλωτευμενοι (sic) Α 4 αὖ. του E ab A] ἀυτῶν B* | εκλαυσαν] α 2° sup ras Α1 5 Αχινααμ ἁμ ras A1) Α | Ιζραηλειτις Α | Αβιγαια Α )
καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αβιαθὰρ τὸν ἱερέα υἱὸν ᾿ Αχειμέλεχ Προσάγαγε τὸ ἐφούδ.
καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήμψομαι αὐτούς ; καὶ εἶπεν αὐτῷ καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ.
καὶ ἐπορεύθη Δαυεὶδ αὐτὸς καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ· καὶ οἱ περισσοὸ ἔστησαν.
καὶ οἱ περισσοὶ ἐδίωξαν ἐν τετρακοσί σιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ ῥοῦ τοῦ Βοσόρ.
Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυεὶδ ἐν ἀγρῷ· καἰ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ·
καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
καὶ εἶπεν αὐτῷ Δαυείδ τίνος σὺ εἶ, καὶ πόθεν εἰ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκείτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος.
καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθεὶ καὶ ἐπὶ τὰ τῆς Ἰουδαῖος μέρη καὶ ἐπὶ τὸν Γελβοῦε, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί.
καὶ εἶπεν πρὸς αὐτὸν Δαυείδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο ; καὶ εἶπεν ὄμοσον δή μοι κατὰ τοῦ θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, κοὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.
καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα.
καὶ ἦλθεν ἐπ’ αὐτοὺς Δαυείδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ’ ἢ τετρακόσια παιδάρια ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον.
καὶ ἀφείλατο Δαυεὶδ [*](7 Αχιμελεκ Α | εφουδ] + καὶ προσήγαγεν Αβιαθαρ τὸ εφουδ πρὸς Δᾷδ’ Α Α 8 εἰ 2°] καὶ Α 9 om αὐτὸς Α | τετρακόσιοι] ἑξακόσιοι Α ἔρχονται] ἔρχεται Α 10 καὶ οἱ περισσοὶ ἐδίωξαν] καὶ ἐξεδίωκεν Δᾷδ’ Α | ἐν] σὺν Α 11 ἔφαγεν] φᾶ sup ras 3 vel 4 litt Α1 12 παλάθης] + καὶ διακοσίους σταφίδας Α | ἐν] ἐπ’ Α 13 κατέλειπεν Α 14 Χολθει] Χερηθει Α | ’τον Γελβουε] νότον Χαλεβ Α | Σεκελακ] Σικελὰ Α 15 αὐτὸν] αὖ sup ras A1 | om μου Α 16 κατήγαγεν] κατῆγεν Α | om καὶ Α | πᾶσιν Α 17 om Δαυειδ Α | αὐτοὺς 2°] + Δᾷδ’ Α | Α | ἀλλ’] λ 2° sup ras Α1 | τετρακόσιοι Α | εφυγαν A )
καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων ὄι ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψεν Δαυείδ.
καὶ ἔλαβεν πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο ταῦτα τὰ σκῦλα Δαυείδ.