Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Δαυεὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστιν μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.

καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ πρὸς Ἀγχοῦς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ.

καὶ ἐκάθισεν Δαυεὶδ μετὰ ᾿ Αγχούς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυεὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχεινάαμ ἡ Ἰσραηλεῖτις καὶ ᾿ Αβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου.

καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγεν Δαυεὶδ εἰς Γέθ· καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

καὶ εἶπεν Δαυεὶδ πρὸς ᾿ Αγχούς Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ ;

καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης.

Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν [*](A 21 σε] + ἔτι Α | om καὶ 2° B a vid A (hab B*b) | ἠγνόησα Α 23 om σήμερον Α 24 σκεπάσαι με] εσκεπασοι ’μαι Α | ἐξελεῖται] ἐξέλοιτο Α 25 ευλογημενον Α | τέκνον] + Δݲαݲδݲ Α | δυνήσῃ B a? b? A | ’τον τόπον] τὴν A | ἀνέστρεψεν] απεστρ. Α | τὴν οδον] ’τον τόπον Α XXVII 1 Δαυ B* Δαυειδ B a mg b) | λεγων νυν sup ras B a | ἄνη] ἔαν η B ἦλθεν Α 2 Δαυεδ] + καὶ διέβη αὐτὸς Α | τετρακοσιοι] ἑξακόσιοι Α | μετ’ αὐτοῦ] pr ο Α | πρὸς Αγχους] pr κα ἐπορεύθη Α | Αμμαχ] Μωαβ Α 3 και Σαουλ μ. Αγχους sup ras A1 | Αγχους] + ἐν Γεθ Α | Αχινααμ Α Ειζραηλειτις Α | Αβιγαια Α 4 πεφευγεν] φευ|γεν Α 5 καθησομαι] κάθισον με Α | ἔκει καὶ sup ras B a 6 ἀυτῶ] + Αγχους Α | Σεκελακ Σικελαγ Α | om δία τοῦτο ἐγενήθη Σεκελακ Α )

603
ἡμερῶν ὧν ἐκάθισεν Δαυεὶδ ἐν ὁδῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. [*](B)

καὶ ἀνέβαινεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσειρὶ καὶ ἐπὶ τὸν Ἀμαληκείτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως τῆς Αἰγύπτου.

καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα· καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματι, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχούς.

καὶ εἶπεν ᾿ Αγχοὺς πρὸς Δαυείδ Ἐπὶ τίνα ἐπέθεσθε σήμερον ; καὶ εἶπεν Δαυεὶδ πρὸς Αγχούς κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζεί.

καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γέθ, λέγων Μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ’ ἡμῶν λέγοντες τάδε Δαυεὶδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυεὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.

καὶ ἐπιστεύθη Δαυεὶδ ἐν τῷ ᾿ Αγχοὺς σφόδρα, λέγων Ἤσχυνται αἰσχυνόμενος ἐν τῶ λαῷ αὐτοῦ, ἐν Ἰσραήλ· καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.