Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XXἸωανθὰν καὶ εἶπεν τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου ;

καὶ εἶπεν αὐτῶ Ἰωναθάν μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήση ὁ πατήρ μου ῥῆμα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ ποτήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.

καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ἰωανθὰν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν μὴ γνῶναι τοῦτο Ἰωναθάν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς , ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.

καὶ εἶπεν πρὸς Δαυείδ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;

καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωναθάν ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῶ πεδίω ἕως δείλης.

ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυεὶδ δραμεῖν ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.

ἐὰν τάδε εἴπῃ Ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς όποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ’ αὐτοῦ.

καὶ ποιήσεις ἕλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἰνα τί οὕτως εἰσάγεις με;

καὶ εἶεν Ἰωναθάν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαηέλλω σοι.

καὶ εἶπεν Δαυλὶς πρὸς Ἰωναθάν τίς ἀπαγγείλῃ μοι ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;

καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Πορεύου καὶ μένε εἰς ἀγρόν· καἰ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.

Καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Κύριος ὁ θεὸς Ἰσραὴλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυείδ, καὶ [*](Α XX 1 Δαυειδ] Ιηλ Α Ι ἐξ Αυαθ] ἐν Ναυιωθ Α Ι καὶ εἶπεν ἐνώπιον Ιων. Α 2 σοι] σὺ Α | ῥῆμα μικρὸν] ῥῆμα μέγα η ῥῆμα μιΙκρον φήμα μί’ sup ras A1 om ῥῆμα 2° A*vid) Α | ο πατὴρ 2°] ο πατ sup ras Bab 3 ἐν πιον Α Ι γνῶναι] γνώτω Α Ι βούλεται Α Ι εἶπεν 3°] εἶπον Α | πεπλήρωται Α Ι μου καὶ του θανατου] εμουΙ καὶ ἄνα μέσον του wps σου εως θάν’. Α 4 om τι 2° Α 5 καθησομαι] + μέτα του κρυβήσομαι] πορεύσομαι Α Ι δειλης] + τῆς τρίτης Α 6 ἀπ’ εμου] ἄπο Α | om ἕως Α 7 ειπης Α | ἔαν °] † ’δε Α 8 εἰς δια|θηκην κυ εἰσήγαγες Α Ι om ἀδίκια Α 9 σοι °] σὺ Α | ἀπαγγελῶ Α 10 τις] pr καὶ Α | απαγγελει Α | αποκριθη] μηοκριθη (sic) Α 12 ἀγαθὸν η] ἔαν ἢν ἂγ. Α)

587
οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν·

τάδε ποιήσαι ὁ θεὸς τῶ [*](Β) ἂν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται κύριος μετὰ σοῦ καθὼς ἢν μετὰ τοῦ πατρός μου.

καὶ μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἕλεος μετ’ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω, οὐκ ἐξαρεῖς ἕλεος σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος·

καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυεὶδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς,

εὑρεθῆναι τὸ ὄνομα τοῦ Ιωναθὰν ἀπὸ τοῦ οἴκου Δαυείδ· καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυείδ.

καὶ προσέθετο ἔτι Ἰωναθὰν ὀμόσαι τῷ Δαυείδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν.

καὶ εἶπεν Ἰωναθάν Αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.

καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῆ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.

καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀοντίζων, ἐκπέμπων εἰς τὴν Ἁρματταρεί.