Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπεσκέψατο κύριος τὴν Ἅνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας· καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.

καὶ Ἤλει πρεσβύτης σφόδρα, καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ·

καὶ εἶπεν αὐτοῖς Ινα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου

μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ ἢν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ οἱ ἀκοαὶ ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύει λαὸν θεῷ.

ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον· καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.

καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο, καὶ ἀγαθὸν καὶ μετὰ Κυρίου καὶ μετὰ ἀνθρώπων.

Καὶ ἦλθεν ἄνθρωπος θεοῦ πρὸς Ἤλει καὶ εἶπεν [*](14 εἰς ’τον λέβητα] pr εἰς ’τον λουτῆρα η εἰς ’τον (sic) Α | τὸ χαλκίον Α Χαλκιο sup ras Babvid) η εἰς τὴν κυθραν] τὴν χύτραν η εἰς ’τον χαλκὸν Α | ο ἱερεὺς ἑαυτὼ Α | τάδε] ταύτα ’δε Α 15 ἑφθὸν] pr κρέας Α 16 om καὶ ἔλεγεν Α | ἀνὴρ] αος (sic) Α | ὅτι] τι Α 17 ενωπιον...σφοδρα] τῶν παιδαρίῳ] μεγάλη σφόδρα ενωπιον̣ υ| Α 20 κυݲ| 20κςݲ σοι Α | χρέους οὐ] ras aliq ς οὐ B? | κυρίω] pr τὼ Ba (mg) vid Α 21 καὶ ἔτεκεν] pr καὶ συνέλαβεν Α 22 α] pr σύμπαντα Α | Ισραηλ] † καὶ ως| ἐκόμιζον τὰς γυναῖκας τὰς παρε | στωσας πάρα τὴν θύραν τῆς σκη|νης του μαρτυρίου Α 23 ἀκούω] † ῥήματα πόνηρα Α | om παντὸς Α | κυρίου] † τουτου Α 25 αμαρταννων αμαρταννη (sic) Α | 2°] περ Α 26 ἐπορεύετο] † μεγαλυνόμενον Α 27 ἄνθρωπος] pr ο)

550
[*](B) τάδε λέγει κύριος Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον πατρός σου, ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραώ·

καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πόντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν, καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου κα θυμιᾷν θυμίαμα καὶ αἴρειν ἐφούδ· καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν.

καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ; καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πόσης θυσίας Ἰσραὴλ ἔμπροσθέν μου;

διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ θεὸς Ἰσραήλ Εἶπα Ὁ οἶκός σου καὶ οἱ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος. καὶ νῦν φησὶν Κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμωθήσεται.

ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,

καὶ οὐκ ἱστᾶι σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας.

καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω ἀπὸ τοῦ θυσιαστηρίου μου, ἐκλιπεῖν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ· καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομφαίᾳ ἀνδρῶν.

καὶ τοῦτό σοι τὸ σημεῖον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους, ‘oφνεὶ καὶ Φεινεές, ἐν ἡμέρᾳ μιᾷ ἀποθανοῦνται ἀμφότεροι.

καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.

καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.