Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

II

  • ἡ καρδία μου ἐν κυρίῳ,
  • [*](* ii Ε, R.)
  • ὑψώθη κέρας μου ἐν θεῷ μου·
  • ἐπὶ ἐχθροὺς τὸ στόμα μου,
    1. ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος,
    2. καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμῶν,
    3. οὐκ ἔστιν ἅγιος πλὴν σοῦ.
    1. μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλά,
    2. μὴ ἐξελθάτω μεγαλορημοσύνη ἐκ τοῦ στόματος ὑμῶν·
    3. ὅτι θεὸς γνώσεως κύριος,
    4. καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
    1. τόξον δυνατῶν ἠσθένησεν.
    2. [*](23 ἀν’] οὐ Α 24 Σηλωμ 1°] + ἥνικα ἀπεγαλάκτισεν αὐτὸν Α | οιφει Α | οικον] pr ’τον Α Ι om ἐν 2° Α Ι προσήγαγεν] προσήγαγον Α 25 του δαριου] τὸ παιδάριον Α 26 κύριε] κݲςݲ Α Ι σου 1°] + κݲεݲ μου Α I τὼ] ἐν τούτω Α 27 Kupios] + μοι Α II 1 καὶ εἶπεν] pr καὶ προσηνσατο Αννα Α | τὸ στόμα μου ἐπ’ ἐχθροὺς μου Α Ι ευφρανθην] ὅτι ηυφρ. Α 2 om ὅτι Α Ι οὐκ ἐστιν 2° . . . πλην σου] οὐκ ἐστιν πλὴν σου και| οὐκ ἐστιν δίκ’. ως ο θςݲ ημων. Α 3 υψηλα] + εἰς ὑπεροχὴν Α Ι γνώσεων Α Ι αὐτοῦ] ἀυτῶν)
      548
      [*](B)
    3. καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·
    1. πλήρεις ἄρτων ἠλαττώθησαν,
    2. καὶ ἀσθενοῦντες παρῆκαν γῆν.
    3. ὅτι στεῖρα ετεκεν ἔπτα,
    4. καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν.
    1. Κύριος θανατοῖ καὶ ζωογονεῖ,
    2. κατάγει εἰς ἅδου καὶ ἀνάγει·
    1. Κύριος θανατοῖ καὶ ζωογονεῖ,
    2. ταπεινοῖ καὶ ἀνυψοῖ.
    1. ἀνιστᾷ ἀπὸ γῆς πένητα,
    2. καὶ ἀπὸ κοπρίας ἐγείρει
    3. μετὰ δυναστῶν λαῶν, αὐτοῖς.
    4. καὶ εὐλόγησεν ἔτη δικαίου.
    1. ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ·
    1. Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ·
    2. κύριος ἅγιος.
    3. [*](10a)
    4. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ,
    5. καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ,
    6. καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ·
    7. [*](10b)
    8. ἁλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος,
    9. καὶ γινώσκειν τὸν κύριον,
    10. καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
    11. [*]((10 b))
    12. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρό αὐτὸς κρινεῖ ἄκρα γῆς.
    13. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν,
    14. καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.

    Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον καὶ ἀπῆλθεν εἰς καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου Ἤλει τοῦ ἱερέως.

    Καὶ υἱοὶ Ἤλει τοῦ ἱερέως υἱοὶ λοιμοί, οὐκ εἰδότες τὸν κύριον καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ παντὸς τοῦ θύοντος·

    καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας, κα κρεάγρα [*](A 5 ασθενουντες] οι πινωντες Α 8 καθισαι] + αὐτὸν A Ι δικαιων Α 9 ἐνισχύει fort BA 10 χρειστου ρειστο sup χριστου BbA) 11 12 υιοι 1°] pr οι Α Ι θνݲ|οντος A 13 ηψηθη] η 1° sup ras Babvid)

    549
    τριόδους ἐν τῇ χειρὶ αὐτοῦ·

    καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν [*](B) μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν· πᾶν ὃ ἐὰν ἀνέβη ἐν τῆ κρεάγρᾳ ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραήλ, τοῖς ἐρχομένοις θῦσαι κυρίῳ ἐν Σηλώμ.

    καὶ πρὶν θυμιαθῆναι στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ θύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑφθὸν ἐκ τοῦ λέβητος.

    καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων Θυμιαθήτω πρῶτον ὡς καθήκει τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων ὧν ἐπιθυμεῖ ἡ σου. καὶ εἶπεν οὐχί, ὅτι νῦν δώσεις· καὶ ἐὰν μή, λήμψομ

    καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου.

    καὶ Σαμουὴλ ἢν λειτουργῶν ἐνώπιον κυρίου, παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ.

    καὶ διπλοίδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ, καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.

    καὶ εὐλόγησεν Ἤλει τὸν Ἐλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων Ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους οὗ ἔχρησας κυρίῳ· καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ.