Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυεὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις·

καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον

  • Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ,
  • καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ.
  • καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν τῷ Δαυεὶδ ἔδωκαν τὰς μυριάδας, καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.

    καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

    καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυείδ,

    καὶ ἀπέστησεν αὐτὸν ἀπ’ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.

    καὶ ἦν Δαυεὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ’ αὐτοῦ. [*](Α 55— XVIII 5 καὶ ὡς ἔιδεν Σαουλ·| ’τον Δᾷδ’· ἐκπορευόμενον του αλλοφυλου| εἶπεν πρὸς Αβενηρ ’τον αρχονΙτα τῆς δυνάμεως· ὑίος τινος· ο οὕτος· | καὶ εἶπεν Αβεννηρ· ζη η ψυχη| σου βασιλεῦ εἰ ὄιδα] (56) καὶ ο βασιλεὺς επηρωτη|σον σὺ ὑίος τινος ο νεανισκος| οὕτος· φὴ κα ὡς Δᾷδ’ του πατάξαι ’τον αλλοφυλοݲ| καὶ παρέλαβεν αὐτὸν καὶ εἰσήγαγεν αὐτὸν ενωπιο| Σαοὺλ· καὶ η κεφαλὴ του αλλο|φυλου ἐν τῆ χειρι αὐτοῦ] (58) καὶ εἶπεν πρὸς αὐτὸν Σαουλ·| ὑίος τινος εἰ παιδαριον· και| ειπεν Δᾷδ’ ὑίος δούλου σου·| Ιεσσαι του Βηθλεεμειτου·| (1) καὶ ἐγένετο ὡς συνετελεσεν| λάλων πρὸς Σαουλ· καὶ η ψυ|χη Ιωναθαν συνεδέθη τῆ ψυ|χη Δᾷδ’· κα ἠγάπησεν αυτον| Ιωναθαν κάτα τὴν ψύχην αυ|του· (2) κα ἔλαβεν αὐτὸν Σαουλ·| ἐν τῆ ἥμερα ἐκείνη· κα οὐκ ε|δωκεν αὐτὸν ἐπίστρεψαι εν| τὼ του πݲρݲςݲ αὐτοῦ] (3) καὶ διέθετο Ιωναθαν· κα Δᾷδ’] ἐν τὼ ἀγάπαν αὐτὸν την| ψύχην αὐτοῦ· (4) καὶ εξεδυσα|το Ιωναθαν τον επενδυτην ’τον ἐπάνω· κα ἔδωκεν αὐτὸ] τὼ Δݲαݲδݲ καὶ τὸ (sic) μανδυαν αυτου| καὶ ἕως τῆς ρομφαιας καὶ ἕως του τόξου αὐτοῦ· και| ἕως τῆς ζωνης αὐτοῦ· (5) καὶ εξε|πορευετο Δαδ· ἐν πᾶσιν οις| ἀπέστειλεν αὐτὸν Σαουλ· συνη|κεν· καὶ κατέστησεν αὐτὸν Σα|ουλ ἔπι τοὺς ἄνδρας του πολεμου| καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παν|τος του λαοῦ· κα γε ἐν οφθαλμοις| δουλων Σαουλ· (6) κα ἐγενήθη ἐν τὼ εισπορευε|σθαι αυτους εν τω επιστρεφεῑ| Δᾷδ’ ἄπο του πατάξαι ’τον #x772;| Α (om B) XVIII 6 πολεων] pr τῶν Α | Ισραηλ] + καὶ χορεύουσαι εις| απαντησιν Σαουλ του Α | om εν 2° Α 7 ἐξῆρχον] ἐξῆλθον Α Ι γυναῖκες] + Α 8 εδωκαν τω Δݲαݲδݲ Α | χιλιαδας] + και τι| αυτω πλην η 10—11 και ἐγενήθη ἄπο τῆς επαυριον και επεσεν πݲνݲαݲ θݲυݲ καὶ προεφήτευσεν ἐν με|σω οἴκου αὐτοῦ· καὶ Δᾷδ’ εψαλλεν| εν χεὶρ αὐτοῦ· ως καθ’ εκαστην| ἡμέραν· καὶ τὸ δόρυ εν τη χειρει| Σαουλ· (11) και ἦρεν Σαουλ· τὸ δορυ| καὶ εἶπεν πατάξω εν Δݲαݲδݲ· και εν| τω τοιχω· και εξεκλινεν Δᾷδ’· προσώπου αὐτοῦ δεῖς· Α (om B) 12 Δαυειδ] † οτι ην κς μετ’ αὐτοῦ κα ἄπο Σαουλ| απεστη· Α 13 αὐτὸν 1°] + )

    583

    καὶ εἶδεν Σαοὺλ ὡς αὐτὸς συνίει σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου [*](B) αὐτοῦ.

    καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυείδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.

    καὶ ἠγάπησεν Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυείδ, καὶ ἀπηγγέλη Σαοὺλ καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.

    καὶ εἶπεν Σαούλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων.

    καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρα τῷ Δαυεὶδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.

    καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυεὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπεν Δαυείδ Κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.

    καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν Δαυείδ.

    καὶ εἶπεν Σαούλ τάδε ἐρεῖτε τῷ Δαυείδ Οὐ βούλεται ὁ ἐν δόματι ἀλλ’ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων, εκδικῆτοῦ βασιλέως. καὶ Σαοὺλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων.

    καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῶ Δαυεὶδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυεὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ·

    καὶ ἀνέστη Δαυεὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας, καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῶ εἰς γυναῖκα.

    καὶ εἶδεν Σαοὺλ ὅτι κύριος μετὰ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν, καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυεὶδ ἔτι.