Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἰσῆλθεν Δαυεὶδ πρὸς Σαούλ, καὶ παριστήκει ἐνώπιον αὐτοῦ. καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ αὐτοῦ.

καὶ ἀπέστειλεν Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων Ηαριστόσθω Δαυεὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀφθαλμοῖς μου.

καὶ ἐν τῶ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανεν Δαυεὶδ κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαοὺλ καὶ ἀγαθὸν αὐτῷ, καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν·