Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων, οἱ ἀναβάντες εἰς τὴν παρεμβολήν, ἀνεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωναθάν.

καὶ πᾶς ’lσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἤκουσαν ὅτι πεφεύγασιν ἀλλόφυλοι, κοὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.

καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ· καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην πόλιν ἐν τῷ ὄρει τῷ Ἐφράιμ.

καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου, καὶ πᾶσα ἡ γῆ ἠρίστα.

καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ.

καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν· καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου.

καὶ Ἰωαθὰν ιὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.

καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν ‘oρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. [*](17 τις] τι ο A vid | ευρισκεται Α 18 Αχια BbA | αυτος ηρεν το εφουδ] Α ην η κειβωτος του θυ Α 20 ανεβη] ανεβοηδεν Α 21 χθες Bb Ι μετα των αλ|αλλοφυλων εκθες και τριτην ημ. Α | αναβαντες] αναβαινοντες Α | ανεστραφησαν] επεστραφ. Α 22 Ισραηλ] pr ανηρ Α | αλλοφυλοι] pr οἱ Α 23 την Βαμω] τη Θαυν Avid | πολιν] pr την Α | τω Εφραιμ] om τω Α 25 Ιααλ] Ιαρ Α 26 om ιδου 2° Α 27 ορκωζειν Α | κηριον σκηπτρον Β* 28 τον λαον] τω λαω Α)

572
[*](Β)

καὶ ἔγνω Ἰωναθὰν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἴδε διότι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου.

ἀλλ᾿ ὅτι ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν ὧν εὗρεν, ὅτι νῦν ὂν μείζων ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.

καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.

καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα. καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν, καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν· καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.

καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες ‘Hμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ, φαγὼν σὺν τῷ αἵματι· καὶ εἶπεν Σαούλ Ἐν Γεθθάιμ κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.

καὶ εἶπεν Σαούλ Διασπάρητε ἐν τῷ λαὼ, καὶ εἴπατε αὐτοῖς προσάγειν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον ἑαυτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· κα προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἔσφαζον ἐκεῖ.

καὶ ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ ᾠκοδόμησεν θυσιαστήριον τῷ κυρίῳ.

καὶ εἶπεν Σαούλ καταῶν ἀλλοφύλων τὴν νύκτα, καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα· καὶ εἶπαν Πᾶν’ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει· καὶ εἶπεν ὁ ἱερεύς Προσέλθωμεν ἐνταῦθα πρὸς τὸν θεόν.

καὶ ἐπηρώτησεν Σαοὺλ τὸν θεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων ; εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ εἶπεν Σαούλ Ηροσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραήλ, καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·

ὅτι ζῆ κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωναθὰν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.

καὶ εἶπεν παντὶ Ἰσραήλ ‘Yμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωναθὰν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν· καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ To ἀγαθὸν ἐνώπιόν σου ποίει.