Regnorum I (Samuelis I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὸς ὁ Ἀμμανείτης καὶ [*](B) παρεμβάλλει ἐπὶ ἰαβεὶς Γαλαάδ· καὶ εἶπον πάντες οἱ ἄνδρες ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι.

καὶ εἶπεν πρὸς αὐτοὺς Νᾶάς ὁ Ἀμμανεἰτης Ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.

καὶ λέγουσιν αὐτῷ οἱ Ἰαβείς Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραήλ· ἐὰν μὴ ἦ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς.

καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαούλ, καὶ τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ τὸ πρωὶ ἀγροῦ· καὶ εἶπεν Σαούλ Τί ὅτι κλαίει ὁ λαός ; καὶ διηγοῦνται αὐτῶ, τὰ ῥήματα τῶν υἱῶν Ἰαβείς.

καὶ ἐφήλατο πνεῦμα κυρίου Σαούλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ’ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα.

καὶ καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτός, ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὡς οὐκ ἐστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ· καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς.

καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζεκ ἐν βᾶμά πάντα ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰούδα ἑβδομήκοντα χιλιάδας,

καὶ εἶπεν τοῖς ἀγγέλοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ἰαβείς Αὔριον ὑμῖν ἡ σωτηρία οὐ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουαιν τοῖς ἀνδράσιν Ἰαβείς, καὶ εὐφράνθησαν.

καὶ εἶπαν οἱ ἄνδρες Ἰαβεὶς πρὸς Νᾶάς τὸν Ἀμμανείτην Αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν.

καὶ ἐγενήθη μετὰ τὴν οὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, κοὶ ἔτυπτον τοὺς υἱοὺς Ἄμμων ἕως διεθερμάνθη ἡ ἡμέρα· οι υπολελιμμενοι οιεσπαρησαν, καὶ XI Αμανιτης Α παρεμβαλεῖ Α fTrt] ἐπ’ Α εἶπον] εἶπαν Α Αμανιτην Α Α [*](2 Αμανιτης Α | ταύτῃ] † τῆ διαθήκη | om διαθήκην Α | om ὑμῶν Α | Ισραηλ] pr πάντα Α 3 Ειαβεις Α | ἀποστέλλωμεν A* οὐ pro ω A?vid) | om η Α | εξελευσομεθα] pr καὶ Α 4 Γαβαα] ΓαβαΙαθα Α* ΓαΙαθα Aa? 5 ο λᾶος ὅτι κλαίει Α 5—6 om τῶν ὑιῶν Ιαβεις . . . τα ῥήματα Α 7 † ἀυτῶν Α | ὃς οὐκ εστιν bis scr Α 8 επισκεπεται B | Αβιεζεκ] ἐν Βεζεκ Α | om ἐν βᾶμα Α | πάντα] πὰν B 9 Ιαβεις I°] Ειαβεις Α | αὔριον] + ἔσται Α | ἦλθαν Α | απαγγελουσιν Α | Ιαβεις °] Ειαβεις Α ν Α 10 Ειαβεις Α | Αμανιτην Α | ποιήσεται Α 11 Α | ἔτυπτον] ἔπληξεν Α | οἱ bis scr Α )

566
[*](B) σαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν ; παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς.

καὶ εἶπεν Σαμουήλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρα ταύτῃ, ὅτι σήμερον Κύριος ἐποίησεν σωτήριον ἐν Ἰσραήλ.

καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.

καὶ ἐπορεύθη ἐπορεύθη ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις, καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν.