Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. χειμάρρους Κεισὼν ἐξέσυρεν αὐτούς,
  2. χειμάρρους ἀρχαίων, χειμάρρους Κεισών·
  3. καταπατήσει αὐτὸν ψυχή μου δυνατή.
  1. τότε ἐνεποδίσθησαν πτέρναι ἵππου,
  2. σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.
  1. Καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε·
  2. ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν·
  3. ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κύρου,
  4. εἰς βοήθειαν ἐν δυνατοῖς.
  1. εὐλογηθείη ἐν γυναιξὶν Ἰαήλ,
  2. γυνὴ Χάβερ τοῦ Κειναίου·
  3. ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.
  1. ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ
  2. ὑπερεχόντων προσήνεγκεν βούτυρον.
  1. χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν
  2. καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων,
  3. καὶ ἐσφυροκόπησεν Σεισαρά,
  4. [*](Α)[*](18 ὠνείδισεν] ονιδισας Α | Νεφθαλειμ Α 19 ἦλθ’. αὐτ’. c praec coniunx B | om ἀυτῶν Α | παρετάξαντο] pr καὶ Α | Θανααχ] Θενναχ Α | υδατι] θδατος Α | δῶρον] πλεονεξίαν Α 20 ἐξ ουρανου...Σεισαρα] ἐκ του ουνݲοݲυݲ ἀστέρες ἐκ τῆς ταξεως| ἀυτῶν ἐπολέμησαν μέτα Ιηλ| Α 21 εξεσυρεν] ἐξέβαλεν Α | ἀρχαίων] καδησειμ Α 22 ενεποδιαθησαν] απεκοπησαν Α | σπουδὴ ἔσπευσαν ἰσχυροὶ] Αμμαδαρωθ δυνατῶν Α 23 καταρᾶσθε 1° κατάρασθαι B)] καταρασαιαι Α | Μηρωζ] Μαζωρ Α | αγγ(??)λος] pr ο Α καταρασθε 2°] κατάρας εἰ επικαταρατος...αυτην] καταρασασθαι τοὺς ἀύτης Α | βοήθειαν °] pr τὴν Α | εἰς βοήθειαν εν] βοηθος ἤμων κς ἐν μαχηταῖς Α 24 ἐν γυναιξιν] ἐκ γυναίκων Α | Ιαηλ] Ιηλ Α | Χαβερ] Χαλεβ Α | κναιου Bb Ι ἄπο γυναικων ἐν σκηναις] ἐκ γυν. ἐν σκήνη Α 25 ητησεν] + Α | γάλα] pr καὶ Α | ἔδωκεν] + ἀυτῶ Α | λακάνη Α | ὑπερεχόντων ν Α 26 χεῖρα ἀύτης ap.] τὴν χ. αρ. Α | om και 1° Α | δεξιαν] pr τὴν A Α | εσφυροκοπησεν] ἀπέτεμεν Α | Σισαρα Α)
    489
  5. διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν,
  6. [*](B)
  7. διήλωσεν κρόταφον αὐτοῦ.
  1. ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη,
  2. ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς·
  3. κατακλιθεὶς ἔπεσεν·
  4. καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.
  1. διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σεισαρὰ ἐκτὸς τοῦ τοξικοῦ
  2. Διότι ᾐσχύνθη ἅρμα αὐτοῦ;
  3. διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;
  1. αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν,
  2. καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ·
  1. Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα;
  2. οἰκτείρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός·
  3. σκῦλα βαμμάτων τῷ Σεισαρά,
  4. σκῦλα βαμμάτων ποικιλίας,
  5. βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.

  • οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε·
  • καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ.
  • Καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη.