Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραήλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανεν.

καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χανάαν, ὃς ἐβασίλευσεν ἐν Ἁσώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σεισαρά, καὶ αὐτὸς κατῴκει ἐν Ἁρεισὼθ τῶν ἐθνῶν.

καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη.

Καὶ Δεββωρὰ γυνὴ προφῆτις γυνὴ Λαφειδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.

καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρὰ ἀνὰ μέσον τῆς Βαμά καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.

καὶ ἀπέστειλεν Δεββωρὰ καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβεινέεμ ἐκ Κάδης Νεφθαλείμ, καὶ εἶπεν πρὸς αὐτόν [*](26 εις] εως Α | Σετειρωθα] Σεειρωθα Α 27 om Αωδ εις γην Ισρ. Α Α | om εν Α 28 καταβητε (τε sup ras Bb)] καταβαινετε Α | κݲςݲ ο θݲςݲ του sup ras B a? | ημων 2°] υμων Α | αφηκαν Α 29 τη ημερα εκεινη] τω καιρω εκεινω Α | παν λιπαραν] παντας τους μαχητας Α | παντα ανδρα] παντας ανδρας Α | ο ανηρ] om ο Α 30 χειρα] Pr την Α | Αωδ] Αυωδ (superset υ) Bab | απεθανεν] α 1° sup ras Β? 31 μετ αυτον] μετα τουτον Α | Σαμεγαρ Α | Δειναχ] Αναθ Α | χ΄] εξακοσιους Α | αρατροποδι Α | των βοων] εκτος μοσχω βοων Α | om και γε Α IV 1 προσεθεντο] + ετι Α | ενωπιον] εναντι Α | Αωδ] Αυωδ (superscr υ) B ab 2 τους υιους Ισρ.] αυτους Α | Ιαβειν] Ιαμειν Α | Χανααν sup ras B? | εν 2°] ras aliq Β? | Σισαρα (ras 1 lit post α 2°) Α | Αρεισωθ] Ασειρωθ Α 4 Λαφιδωθ Α 5 της βαμα] Ιαμα Α | της Βαιθηλ] om της Α | τω ορει] om τω Α | ανεβαινον] ανεβησαν Α | εις κρισιν] εκει του κρίνεσθαι Α 6 Βαραχ Α | Αβινεεμ Α | Καδης Νεφθαλειμ] Κεδες Νεφθαλει Α)

484
[*](B) Οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ἰσραήλ σοι(καὶ)ἀπελεύσῃ εἰς ὄρος Θαβώρ, καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεξθαλεὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών,

καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κεισὼν ἐπὶ τὸν Σεισαρὰ ἄρχοντα τῆς δυνάμεως Ἰαβείν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, κα παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου;

καὶ εἶπεν πρὸς αὐτὴν Βαράκ Ἐὰν πορευθῇς μετ’ ἐμοῦ πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῃς οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον κύριος μετ’ ἐροῦ.

καὶ εἶπεν Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σεισαρά. καὶ ἀνέστη Δεββωρὰ καὶ ἐπορεύθη ἁ Βαρὰκ ἐκ κἀδης.

καὶ ἐβόησεν Βαρὰκ τὸν Ζαβουλὼν κα τὸν ὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες καὶ ἀνέβη μετ’ αὐτοῦ Δεββωρά.

καὶ Χάβερ ὁ Κειναῖος χωρίσθη ἀπὸ Καινὰ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἑστιν ἐχόμενα

καὶ καὶ ἀνηγγέλη Σεισαρὰ ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβεινέεμ εἰς ὄρος Θαβώρ.

καὶ ἐκάλεσεν Σεισαρὰ πάντα τὰ ἄρματα αὐτοῦ, ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ ἀπὸ Ἁρείσωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κεισών.

καὶ εἶπεν Δεββωρὰ πρὸς Βαράκ Ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν Κύριος τὸν Σεισαρὰ ἐν τῆ χειρί σου, ὅτι κύριος ἐξελεύσετ σου. καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβώρ, καὶ ἀνδρῶν ὀπίσω αὐτοῦ.

καὶ ἐξέστησεν κύριος τὸν Σεισαρὰ κα πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομ- φαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σεισαρὰ ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ.

καὶ Βαρὰκ διώκων ὀπίσω [*](Α) [*](6 ουχι] + σὺ Α | om σοι Α | εκ] ἄπο Α (bis) | Νεφθαλι A 7 ἀπάξω Α | πρὸς σε eis] σε πρὸς Α | Κισων Α | Σίσαρα Α (item infra ubique) | Ιαβειν] Ιαμειν Α | εἰς τὰς χειρας] ἐν χειρὶ Α 8 Βαραχ Α (item 9, 14 bis, 15, 16, 22) | πορευθῇς 2°] + μετ’ ἐμοῦ Α | κݲςݲ ’τον ἄγγελον Α 9 προς αὐτὸν Δεββωρα Α | πορευσομενη Α | επι] ἐς Α | μέτα 2°] μετ’ αὐτοῦ Α Καδης] Κειδες Α \10 ἐβόησεν] παρήγγειλεν Α | ’τον Ζαβ. κα ’τον Νεφθαλει] τὼ Ζαβ. καὶ τὼ Νεφθαλι Α | ἐκ Καδης] εἰς Αἶ’ ἐκ A*vid]) Κειδες Α | Δεββ ἅβη μετ’ αὐτοῦ Α 11 Χαβερ ο Κειναιος Κιν. Bb)] οιπλησιον του Κειναιου Α | ἐχωρίσθησαν Α | om ἄπο Καινα Α | ἕως δρᾶ] πρὸς δρῦν Α | πλεονεκτούντων] αναπαυομενων Α 12 ανηγγελη Σεισαρα] ανηγγειλαν τὼ, Σισ. Α | Αβεινεεμ] Ιαβινεεμ Α | εις] ἐπ’ Α 13 ἐννακόσια] pr ὅτι Α | σιδηρα] + ἢν αυτω Α | τον μετ αυτου | om ’τον Α παρεδωκεν] παραδώσει Α 1 τῆ χειρὶ] om τῆ Α | ὅτι 2°] οὐχ ἴδου Α | ἐξελεύσεται ἐλεύσεται Α | ἄπο Α 15 ἐπάνωθεν] απο Α)

485
τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἁρείσωθ τῶν ἐθνῶν· [*](Β) καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σεισαρὰ ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.

καὶ καὶ Σεισαρὰ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χάβερ ἑταίρου τοῦ κειναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον βασιλέως βασιλέως Ἁσὼρ καὶ ἀνὰ μέσον οἴκου Χάβερ τοῦ Κειναίου.

καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σεισαρὰ καὶ εἶπεν αὐτῷ κύριέ μου, ἔκκλινον πρὸς μέ, μὴ φοβοῦ. καὶ ἐξέκλινεν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.

καὶ Σεισαρὰ πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτόν, καὶ περιέβαλεν αὐτόν.

καὶ καὶ εἶπεν πρὸς αὐτὴν Σεισαρά Στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ ; καὶ ἐρεῖς οὐκ ἔστιν.