Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὄψεσθε, καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼν χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλών, καὶ πορεύεσθε εἰς γῆν Βενιαμείν.

καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ αὐτοῖς Ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ αὐτοῦ ἐν τῆ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆρος πλημμελήσατε.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βεωιαμείν, καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν, καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.

καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγενίαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ.

ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν ᾿Ισραήλ. ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

[*](17 κληρονομία bis scr Α Ι διασωζομένων] διασεσωμενη Α | οὐκ εξαλειφθηου Α μὴ εξαλειφθη Α Ι ἄπο] ἐξ Α 18 ὅτι 1°] καὶ Α | ἐν υἱοῖς] υἱοὶ Α 19 om ἴδου δὴ Α Ι κυρίου] τὼ κω Α | Σηλω Α Ι ἔπι τῆς οδου τῆς ἀναβαινούσης ἄπο] ἐν τῆ ὀδῶ τῆ αναβαινουση ἐκ Α Ι Συχεμ] Σικιμα Α Ι τῆς Λεβωνα] pr του λιβάνου Α 20 πορεύεσθε] διέλθατε καὶ Α 21 ἔαν] ὡς ἀν’ Α | οικουντων] κατοικούντων Α Ι Σηλων 1°] Σηλω ἐν Σηλω Α Ι χορεῦσαι Α Ι τοις χοροις om τοῖς Α | ἐκ ἄπο Α | ἁρπάσετε Α Ι ἀνὴρ ἑαυτοῖς Α | γυναῖκας Α | Σηλων 2°] Σηλω Α Ι πορεύεσθε] απελευσασθαι Α 22 αυτοις] αὐτοὺς Α Ι ἔλεος ποιήσατε] ελεησαται Α Ι om ἥμιν Α | αυτας] αὐτοὺς Α | τῆ παρατάξει] τὼ πολέμω Α | ὅτι οὐχ] οὐ γὰρ Α | ὡς κλῆρος] κάτα ’τον καῖρον Α 23 εἰς ἀριθμὸν] κάτα ’τον ἀρ’. Α Ι ὢν ἥρπασαν] ἃς διηρπ. Α Ι om ἐπορεύθησαν κα Α | υπεστρεψαν εις] απεστρ. ἔπι Α Ι τὰς πολεις] ἑαυτοῖς π. Α Ι εκαθισαν] κατῴκησαν Α 24 φυλην] pr τὴν Α | συγγενιαν συγγενειαν Ba? A)] pr τὴν Α Ι ἐξῆλθον] ἀπῆλθεν Α Ι κληρονομίαν] pr τὴν Α 25 om ’δε Α -f ἕκαστος Α Ι ἐνώπιον] ἐν ὀφθαλμοῖς Α Subscr κριταὶ BA)