Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπέστρεψαν ψᾶν καὶ ἀπήλθαν, καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπορσθεν αὐτῶν.

αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μειχαία, καὶ ἰδοὺ Μειχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μειχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν.

καὶ ἐπέστρεψαν ψᾶν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δὰν καὶ εἶπαν τῷ Μειχαίᾳ Τί ἐστίν σοι ὅτι ἐβόησας ;

καὶ εἶπεν Μειχαίας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ rov ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί ἐμοὶ τι ; καὶ τί τοῦτο λέγετε πρὸς μέ Τί κράζεις ;

καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν Μῆ ἀκουσθήτω δὴ φωνή σου μεθ’ ἡμῶν, μή ποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ, καὶ προσ- θήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.

καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὸν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μειχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. αὐτοῦ.

καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησεν Μειχαίας καὶ τὸν ἱερέα ὃς ἢν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λάισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ’ ἐλπίδ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί.

καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, [*](Α) [*](18 om ἔκει Α | οικον] ο 2° sup ras Aa? οικεν A*vid) | Μειχα Α | καὶ ο ἱερεὺς ἑστὼς Α | εφουδ Α 19 αυτω] πρὸς αὐτὸν Α | δεῦρο] ἔλθε Α | γενου] ἔση Α | ἀγαθὸν] βέλτιον Α | γενέσθαι] γείνεσθαι Α | οἴκου εἰς δῆμον] συγγενείας ἐν Α 20 εφουδ Α | εἰσῆλθεν Α 21 τὰ τέκνα... τὸ βάρος] τὴν πανοικειαν | και καὶ τὴν κτῆσιν αὐτοῦ τὴν εν | δοξον Α 22 αὐτοὶ εμακρυναν] ἀυτῶν ’δε μαμακρυν κοτων (sic) Α | οἴκου 1°] pr του Α | Α (ter) | ἄνδρες] + ο λᾶος Α | ἐν ταῖς οἰκίαις ταῖς μέτα οικου] οντες| ἐν τοις οἴκοις οἱ σὺν τὼ οικω| μέτα Α | ἐβόησαν καὶ κατελάβοντο] ἔκραζον κατοπίσω ὣ καὶ ἐβόησαν πρὸς Α 23 τὸ πρόσ’. ἀυτῶν υἱοὶ Δ.] οἱ υἱοὶ Δ. αυτων Α | τὼ Μειχαια] πρὸς Μιχα Α 24 μειχα Α | επορευθητε] Α | om τι 2° Α | λέγεται Α | πρὸς με] μοι Α | τι 3°] + pr η Α I συναντήσωσιν] ἀπαντήσωσιν Α | om ἐν Α | προσθήσουσιν] προσθήσεις Α | ψυχην 1°] τὴν ψύχην σου Α 26 οδον] pr τὴν Α | Μιχα Α | ἰσχυρότεροι Α | ὕπερ αὐτὸν] αὐτοῦ Α | ἐπέστρεφεν] ἐξένευσεν καὶ ἀνέστρεφεν Α 27 οἱ υἱοὶ Δὰν] αὐτοὶ Α | o] ὅσα Α | Μειχα Α | ἔπι 1°] ἕως Α | om ἐπ’ ἐφ’ ἐπ’ Bab) ἐλπίδι Α | om ἐν πυρὶ Α 28 ἢν] ἐστιν Α | ο ῥυόμενος] εξερουμενος Α | Σειδ. Β* Σιδ. Bb))

527
καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι [*](B) τοῦ οἴκου Ῥαάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν οὐτῇ,

καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δάν, ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ Οὐλαμάις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον.

καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ ἃν τὸ γλυπτόν· καὶ Ἰωναθὰμ υἱὸς Γηρσὸμ υἱὸς Μανασσή, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἴερcις τῇ φυλῇ Δὰν ἕως ἡμέρας ἀποικίας τῆς γῆς.

καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτὸν ὃ ἐποίησεν Μειχαίας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλώμ. καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ.