Judices (Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἰερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμείν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμεὶν ἐν Ἰερουσαλὴμ ἕως τῆς ταύτης.

Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωδὴφ καί γε αὐτοὶ εἰς καὶ κύριος ἦν μετ’ αὐτῶν.

καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως αὐτῶν ἦν ἔμπροσθεν Λοῦζα.

καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ αὐτόν, αὐτόν, καὶ εἶπον αὐτῷ Δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος.

καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως· καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγενίαν αὐτοῦ ἐξαπέστειλαν.

καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττείν, καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λοῦζα. τοῦτο τὸ ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης.

Καὶ οὐκ ἐξῆρεν Μανασσὴ τὴν Βαιθσάν, ἥ ἐστιν Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς, οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δῶρ’ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Ἰεβλαὰμ οὐδὲ [*](17 Σεφεκ] Σεφερ Α | καὶ εξωλεθρ.] pr καὶ ἀνεθεμάτισαν ἀυτὴν Α | αὐτοὺς] A Α | ἐκάλεσαν Α | Αναθεμα] ἐξολέθρευσις Α 18 Γαζερ A*vid | οὐδὲ (septies)] κα Α | τὰ ὀρία Bb ὄρεια B*) (ter)] τὸ ὅριον Α 19 κݲςݲ ην ηδυνασθησαν] ἐδύνατο Α | ἐξολεθρεύσαι] κληρονομῆσαι Α | αὐτοῖς] ἀυτὴν Α 20 ἔδωκεν Α | την] Χαλεβ Α* (τὼ X. A1) | καθὼς] καθὰ Α | Μωυσης Α | τῶν υιων] κα ἐξῆρεν ἐκεῖθεν τοὺς τρὶς υἵους Α 21 ἐκληρονόμησαν] ἐξῆραν Α | Βαινιαμιν Α (bis) | om ἐν Ιερουσαλημ ° Α 22 om καὶ 2° Α* (superscr A1) | κύριος ἢν] Ιουδας Α 23 καὶ κατεσκέψαντο] οἶκος Ιݲσݲλݲ κατα ἀυτῶν Α 24 ἴδον Α | κα ἴδου ἀνὴρ εξεπορευετο] ἄνδρα ἐκπορευόμενον Α | ελαβαν Α | τὴν εἴσοδον τῆς πόλεως Α 26 επορευθη] ἀπῆλθεν Α | Χεττιειμ Α | τὸ ὄνομα 2°] om τὸ Α 27 ἐξῆρεν] ἐκληρονόμησεν Α | Μανασσης Βαιθσαν] Βαιθηλ Α | περίοικα 1°] περισπόρια Α | Θανακ] Εκθανααδ Α 4°, 6°, 7°, 9°, 10°] 12°] και Α | ’τον κατοικοῦντα] τοὺς κα κατοικουντας Α | Βαλακ] Βαλααμ Α | om οὐδὲ τὰ περίοικα ἀύτης 2°, 3°, 4° Α | Μαγεδων Α)

478
[*](B) τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.

καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησεν τὸν Χαναναῖον εἰς φόρον, κοὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν.

Καὶ Ἐφράιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζερ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γάζερ, κα ἐγένετο εἰς φόρον.

Καὶ Ζαβουλὼν οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρὼν οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· κοὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον.

καὶ Ἀσὴρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ἀκχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δῶρ’ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντος Δαλάφ, τὸν Ἀσχαζεὶ κοὶ τὸν Χεβδὰ καὶ τὸν Νάει καὶ τὸν Ἐρεὼ.

καὶ κατῴκησεν ὁ Ἀσὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.

Καὶ Νεφθαλεὶ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσάμυς καὶ τοὺς κατοικοῦντας Βαιθανάχ· καὶ κατῴκησεν Νεφθαλεὶ ἐν μέσῳ τοῦ χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, οἱ δὲ κατοικοῦντες Βαιθσάμυς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον.

Καὶ ἐξέθλιψεν ὁ Ἀμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.

καὶ ἤρξατο ὁ Ἀμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπηκες, ἐν τῷ Μυρσίνων καὶ ἐν Θαλαβείν· καὶ ἐβαρύνθη χεὶρ οἴκου Ἰωσὴφ ἐπὶ τὸν Ἀμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.

καὶ τὸ ὅριον τοῦ Ἀμορραίου ἀπὸ τῆς ἀναβάσεως Ἀκραβεὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.