Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιασῃς· λάβε σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστάς, καὶ ἀναστάς ἀνάβηθι εἰς Γαῖ. ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ.

καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν Ἰερειχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεισ σεαυτῷ.

κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῆ πόλει εἰς τὰ ὀπίσω. καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι, καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.

καὶ ἐνετείλατε αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως, καὶ ἔσεσθε πάντες ἕτοιμοι.

καὶ ἐγὼ καὶ πάντες οἱ μέτ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὼς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρώην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.

καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν.

ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας, καὶ πορεύσεσθε εἰς τὴν πόλιν.

κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.

καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν· καὶ ἀπέστειλαν αὐτοὺς Βαιθὴλ καὶ ἀνὰ μέσον Γαῖ, ἀπὸ θαλάσσης τῆς Γαῖ.

Καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτοὶ καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γᾶ·

καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ ἀνέβησαν, κα πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ’ ἀνατολῶν,

καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης·

καὶ ἐγένετο ὡς ἴδεν βασιλεὺς Γαῖ, ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάναυτου [*](F VIII 1 σου] σεαυτοῦ AF | τοὺς π αυτου] pr και λαον αυτου καὶ τὴν πόλιν αυτου F 2 ποιησης Α | ιλει ἀύτης F | την Ιερειχω] τῆ Ιεριχω Γᾶι AF + καὶ τὼ F AF κτηνῶν] + αυτων F F βῶ τα οπισω τη π. F επελεξεν ’δε] καὶ τῆ αυτω ανδρας F | εις τα οπισω τη π. ενεδρευσετε Α Ι γινεσθη Bb A γινεσθαι) F] γένεσθε B* | om ἄπο Α εσεσθε] ἔσθε (sic) F 5 πάντες οἱ] πᾶς ο λᾶος ( + ο Α) AF | πρὸς τὴν π. B 1 a ? | πρώτην F 6 ἀποσπάσομεν] ἀποστήσομεν Α F 7 πορεύεσθε F πόλιν + καὶ εμπρησ. | τε ἀυτὴν πυρὶ κα F ἀποσπὰς ποιησατε AF | εντεταλμαι] ἐντέλλομαι F 9 αυτους] αυτου F | τῆς Γαι] om TV F 10 ωρθρισας F | αὐτοὶ] αὐτὸς AF | πρεσβυτεροι] + Ισραηλ AF 11 πορευόμεναι Α | απ] ἄπο AF 14 ἔδεν F Ι βᾶ pr ο AF | Γᾶι] pr τῆς AF | εἰς συναντ. αυτοις] τησιν αὖ sup ras Β)

435
τῇσιν αὐτοῖς ἐπ’ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ [*](Β) μετ’ αὐτοῦ· καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.

καὶ ἴδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ἰσραὴλ ἀπὸ προσώπου α

καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ, καὶ αὐτοὶ ἀπὸ τῆς πόλεως·

οὐ κατελείφθη οὐθεὶς ἐν τῆ Γαῖ ὃς οὐ Ἰσραήλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην, καὶ κατεδίωξεν ὀπίσω Ἰσραήλ.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εῖς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν· καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν·

καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτήν· καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.

καὶ περιβλέψαντες οἱ κάτοικοι Γαῖ εἰς τὰ ὀπίσω αὐτῶν, καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.

καὶ Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν, καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαῖ.