Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμελίαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἀχὰρ υἱὸς Χαρμεὶ υἱοῦ ὶ υἱοῦ Σάρα ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ὀργῇ κύριος τοῖς υἱοῖς Ἰσραήλ.

Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαῖ, ἥ ἐστιν κατὰ Βαιθήλ, λέγων κατασκέψασθε τὴν Γαῖ.

καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαῖ, καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ’ ὡς ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν [*](22 δύσιν] δύο AF | ὅσα] pr πάντα AF | ἀυτὴ] pr ἐν Α + καθὼς ὠμόσατε 23 εξηγαγοσαν] ἐξήγαγον AF | Ρααβ] pr τὴν AF | συγγενειαν Bab) . . . ἀύτης] πάντα ὅσα ἢν ἀυτὴ· καὶ πάσαν τὴν συγγένειαν ἀύτης Α 24 ἐνεπρήσθη] ενεπυρισθη Α | ενπυρισμω εμπ. B ab)] ἐν πυρὶ Α 25 om πάντα Α 26 om ἐνάντιον Τυρίου Α Ι οικοδομησει] pr ἀν’ στήσει καὶ Α | θεμελιώσει] εθεμελιωσεν Α | Οζαν] Αοζαν ο Ἀζὰν Α | διασωθέντι ελαχιστω Α | τὰς πύλας] om τὰς Α VII 1 μεγάλην Α | Αχαρ] Αχαν Α | Χαρμι Α | Ζαμβρει] Ζαβρι Α Ζαμβρι F 2 ἄνδρας] + ἄπο Ιερειχω F | κάτα Βαιθηλ] τὴν κάτα Βηθαυν Α | λεγων]+ ἀναβάντες F | κατασκέψασθαι Α | Γᾶι °] γῆν AF 3 Γᾶι (sup ras B pr γῆν Α | ἀναβήτω] ἀναβαινέτω AF | εκπολιορκ.])

432
[*](B) τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν.

καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαῖ.

καὶ ἀπέκτειναν ἀπ’ αὐτῶν ἄνδρες Γᾶ εἰς τριάκοντα καὶ ἓξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.

καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ· καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καί οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

καὶ εἶπεν Ἰησοῦς Δέομαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμορραίῳ ἀπολέσαι σοι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην.

καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν ’lσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;

καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς κα ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;

Καὶ κύριος πρὸς Ἰησοῦν Ἀνάστηθι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπον σου;

ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς· κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.

μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ὑποστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.

ἀναστὰς ἁγίασον τὸν λαόν, καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον. τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ To ἀνάθεμα ἐν ὑμῖν ἐστιν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.

καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλὴ ἢν ἀν’ δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἐὰν δείξη κύριος, προσάξετε κατ’ οἶκον· καὶ τὸν οἶκον ὃν ἐὰν [*](AF 3 πάντα] ἀπάντα AF 4 ὤσει] ἔκει ὡς AF | τῶν ἄνδρων] om τῶν Α 5 om καὶ απεκτειναν . . . Γαι F | om εἰς AF | ἄνδρας] α 2° sup ras A a ? | και ἕως AF | ἄπο] ἔπι AF 6 ιματι | αυτου Α | αὐτοῦ] ἑαυτοῦ F | om F | ἔναντι Α | ἐπεβάλοντο ’χουν] ἐπέβαλον ’τον ’χουν AF | τὴν κεφαλὴν AF 7 κύριε] + κݲεݲ AF | ἴνα τι] δία τι Α | διαβιβάζων F | om καὶ 3° F | κατοικισθημεν F 8 επει] ἔπι F (sic) F | αυχεναπεναντι F | του ἐχθροῦ] om του F 9 ποίησε F 11 F Ι διαθήκην] + μου AF | κλεψαντες] pr καὶ AF Ι ἐνέβαλεν F* 1 (vid) ) 12 εχθρων 1°...αυτων 1°... αυτων 3° sup ras (??) Bab mg Aa? F | εναντι] κάτα πρόσωπον A a ? ἐνάντιον F | ειναι] pr του F 13 τάδε] pr ὅτι F εστιν εν υμιν AF | δυνησεσθαι Α ὑμῶν 2°] + ἀν’ AF | δείξη 2°] ενδειξη ἐν δείξη AF οικον 1°] οικους AF | ἔαν 2°] ἀν’ AF)

433
κύριος, προσάξετε κατ’ ἄνδρα.

καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται [*](Β) ἐν πυρί, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ.

Καὶ ὤρθρισεν Ἰησοῦς προσήγαγεν τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα. καὶ προσήχθη κατά δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραεί·

καὶ προσήχθη κατὰ ἄνδρα,

καὶ καὶ ἐνεδείχθη Ἀχὰρ υἱὸς Ζαμβρεὶ υἱοῦ

καὶ εἶπεν Ἰησοῦς τῷ Ἀχάρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ἰσραήλ, καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ’ ἐμοῦ.

καὶ ἀπεκρίθη Ἀχὰρ τῷ Ἰησοῖ καὶ εἶπεν Ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα.