Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ συνήγαγεν Ἰησοῦς πάσας φυλὰς Ἰσρὴλ εἰς Σηλώ, καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ θεοῦ.

καὶ εἶπεν Ἰησοῦς πρὸς πάντα τὸν λαόν τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραὴλ Πέραν τοῦ ποταμοῦ κατῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ’ Θάρα ὁ πατὴρ Ἀβραὰμ καὶ ὁ πατὴρ Ναχώρ· καὶ ἐλάτρευσαν ἑτέροις.

καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν Ἀβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ ὡδήγησα αὐτὸν ἐν πάση τῇ γῆ· καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα καὶ ἔδωκα αὐτῷ τὸν Ἰσαὰκ,

καὶ τῷ Ἰσαὰκ τὸν Ἰακὼβ κοὶ τὸν Ἠσαύ· ἔδωκα τῷ Ἠσαὺ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ. καὶ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον, καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολύ καὶ κραταιόν· καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι.

καὶ ἐπάταξαν τὴν Αἴγυπτον ἐν οἷς ἐποίησαν αὐτοῖς. καὶ μετὰ ταῦτα ἐξήγαγεν

τοὺς παέρας ἡμῶν ἐξ Αἰγυπτίων, καὶ καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθρόν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν.

καὶ ἀνεβοήσαμεν πρὸς κύριον· καὶ νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν [*](14 ὑμῶν 2’] ἤμων Α | οὐκ ἔπεσεν sup ras Aa? | λόγος εἰς Α | πάντα τα A ἥμιν] μυας· πάντα ἤκει ὕμιν Α | οὐ] pr ἐν Α | διεφώνησεν] διαπεφςνηκεν Α 15 πρὸς ἧμας 1°] ἐφ’ ὑμὰς Α | κάκα Α* κάλα A1) | πρὸς ἐφ’ ὑμὰς Α | om ο θεὸς Α | Κυριος υμιν] ὕμιν κݲςݲ ο θݲςݲ ὑμῶν Α παραβαινειν | ημων] Α | ημιν] ὑμῶν Α | ἥμιν] ὕμιν A XXIV 1 φυλας] pr τὰς Α | εις] ἐν Α | τοὺς πρεσβ.] pr πάντας Α | ἀυτῶν 1°] pr Ισλ Α | ἔστησεν αυτους] ἔστησαν Α | απεναντι] ἐνάντιον Α 2 τάδε pr λέγων Α | Ισραηλ] pr του Α | πέραν] pr λέγων Α | κατῴκησαν] πάρω 3 τον Αβρααμ] om ’τον Α | αὐτοῦ σπέρμα] τὸ σπ. αὐτοῦ Α | καὶ 4°] + γε Α 4 ἔδωκα] pr καὶ Α | κληρονομῆσαι] κληρονομίαν Α 5 επαταξαν] ἐπάταξα Bab ἐπάταξεν #x772; Α | ois] pr σημιοις Α | ἐποίησεν Α | αὐτοῖς] pr ἐν 6 τοὺς πατέρας ημων] ὑμὰς Α | om τὴν ἐρυθρὰν ° Α | ἤμων 2°] υμων A)

472
[*](B) Αἰγυπτίων· καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς. καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.

καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμορραίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, κα παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς Χεῖρας ἡμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.

καὶ ἀβέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν.

καὶ οὐκ ἠθέλησεν Κύριος ὁ θεός σου ἀπολέσοι σε· κα εὐλογίαν εὐλόγησεν ἡμᾶς, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρῶν αὐτῶν, κα αὐτούς.

καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἰερειχώ, ὁ Ἀμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος κα ὁ Εὑαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τἀς χεῖρας ἡμῶν.

καὶ ἐξαπέστειλεν προτέραν ἡμῶν τὴν σφηκίαν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ήμῶν. δώδεκα βασιλεῖς τῶν Ἀμορραίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.

καὶ ἔδωκεν ὑμῖν γῆν ἐφ’ ἢν οὐκ ἐκοπιάσατε ἐπ’ αὐτῆς καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὑς οὐκ ἐφυτεύσατε ὑμεῖς ἔδεσθε.

καὶ νῦν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε Κυρίῳ.

εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν κυρίῳ, ἐκλέὑμῖν ὑμῖν ἑαυτοῖς σήμερον τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν Ἀμορραίων ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστιν.

καὶ ἀποκριθεὶς ὁ [*](Α) [*](7 αὐτοὺς 2°] pr ἐπ’ Α | ιδοσαν Α | ὑμῶν] ἤμων Α 8 ἧμας] Ιορδανου] + καὶ παρετάξατο ὕμιν Α | παραδεδωκεν] παρέδωκεν Α | τὰς χειρας] om τὰς Α | υμων ὑμῶν Α 9 ημιν] ὕμιν Α 10 om ο θεὸς σου Α | ἧμας 1° , 2°] ὑμὰς Α | χείρων] Pr τῶν Α | om καὶ παρέδωκεν αὐτοὺς 11 Ιεριχω BbA (bis) | ημας] ὑμὰς Α | Xav. και...ο Γεργ.] Φερεζεος καὶ ο Xav. παι ο Χεττ. καὶ ο Γεργ. καὶ ο Ευ. καὶ ο Ιεβ. Α | om κύριος Α | τὰς χειρας] om τἂ Α 12 ἐξαπέστειλεν] εξεβαλεν Α | ἤμων °] ὑμῶν Α | πόλις Α 13 η A* ἢν Λῆ | ἐκοπιάσατε] ἄτε sup ras B?vid | αυτης] αυτην Α I om οὐκ ° Α | ωκοδομησατε Α | οὐκ ἐφυτεύσατε] οὐ κατεφυτεύσατε 14 Κυριον] pr ’τον Α | δικαιοσύνη καὶ ἐν ευθυτητι Α | ημων] ὑμῶν Α | λαλατρευσατε Α 15 ἐκλέξασθε] ελεσθε Α | ἑαυτοῖς] αὐτοῖς Α | Α | η οἰκία] ο οἶκος Α | λατρεύσωμεν Α)

473
λαὸς εἶπεν Μὴ γένοιτο ἥμιν καταλιπεῖν κύριον, ὥστε λατρεύειν θεοῖς [*](B) ἑτέροις.

Κύριος ὁ θεὸς ἡμῶν αὐτὸς θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ ἧ ἐπορεύθημεν ἐν αὔη, καὶ ἐν πᾶσιν τοῖς ἔθνεσιν οὓς παρήλθομεν δι’ αὐτῶν·

καὶ ἐξέβαλεν κύριος τὸν Ἀμορραῖον κοὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν κυρίῳ, οὗτος γὰρ θεὸς ἡμῶν ἐστιν.

καὶ εἶπεν Ἰησοῦς πρὸς τὸν λαόν Οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ· ὅτι θεὸς ἅγιός ἐστιν, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει ὑμῶν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμῶν.

ἡνίκα ἐὰν ἐνκαταλίπητε Τύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ’ ὧν εὖ ἐποίησεν ὑμᾶς.