Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴμ καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἱσραὴλ λέγοντες

῾Ο θεὸς θεός ἐστιν κύριος, καὶ ὁ θεὸς θεὸς αὐτὸς οἶδεν, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται. εἰ ἐν ἀπ’ ὅστ’ ἀσίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ·

καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου, κύριος ἐκζητήσει.

ἀλλ᾿ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες Ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς ἡμῶν Τί ὑμῖν κυρίῳ τῷ θεῷ Ἱσραήλ ;

καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται κύριον.

καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον, οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσίων ,

ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ’ ἡμᾶς, τοῦ λατρεύειν λατρίαν Κύρῳ αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίας ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων· καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου.

καὶ εἴπαμεν Ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν ἴδετε ὀμοίωμα τοῦ θυσιαστηρίου κυρίου, [*](Α) [*](19 εἰς] ἔπι Α | σκήνη] κιβωτὸς Α | κατακληρονομήσατε Α | ἀποστάται ἄπο θεοῦ] ἄπο ݲκݲυ αποστατε Α | καὶ 4°] + ὑμεῖς (superscr) B ab | μὴ Κυριου] ἄπο ἤμων μὴ ἀπόστητε Α ε 3° sup ras Α a? | συναγωγὴν] την Α | ἐγενήθη] ενηθη sup ras B1 ? a? | + ἢν μὴ μόνος Α | αὐτὸς] οὕτος Α 21 ἡμίσει Α 22 ἐστιν κύριος] κ’ ἐστιν Α | θεὸς 4°] + ݲkݲu Α | ἀποστασία] ἀποστάσει Α | του κυριου] om ρυσετο Α | ταυτη] pr τῆ ἥμερα Α 23 αὐτοῖς] εαυτοις Α | ὥστε 3°] η Α | κύριος] + αὐτὸς Α 24 αὔριον εἴπωσιν Α | τι ὕμιν] pr λέγοντες Α 25 ὑμῶν καὶ ἤμων Α 27 μαρτύριον τοῦτο Α | ἤμων κα υμων] υμων και ἄνα μεσον ἤμων Α | γενέων] τέκνων Α | ἧμας] η sup ras B a (υμας Κυριω] ݲκݲυ Α | om καὶ ἐν ταῖς θυσίαις ημων Α | σωτηριων] + ἤμων αὔριον Α 28 λαλήσωσι Α | κα 3°] η Bb (mg) pr η A)

469
ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν [*](B) θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν.

ἡμὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις, ἀποστῆσαι ἀπὸ Τυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστηριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμεὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.

Καὶ ἀκούσας φεινεὲς ὁ ἱερεύς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἤσαν μετ’ αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσή, καὶ ἤρεσεν αὐτοῖς.

καὶ εἶπεν Φεινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ Σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμελίαν, καὶ ὅτι ἐρύσασθε τούς υἱούς Ἰσραὴλ ἐκ χειρὸς κυρίου.

καὶ ἀπέστρεψεν Φεινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χανάαν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους.

καὶ ἤρεσεν τοῖς υἱοῖς Ἰσραὴλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραήλ. καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ἰσραὴλ, καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσή· καὶ κατῴκησαν ἐπ’ αὐτῆς.

καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσὴ, καὶ εἶπεν ὅτι Μαρτύριόν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν.