Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαρὰθ καὶ Ἀσά, πόλεις Σάμμαυς,

καὶ Σαλαβεὶν καὶ Ἀμμὼν καὶ Σειλαθὰ

καὶ Αἰλὼν καὶ Θαμνᾶθα καὶ Ἀκκαρὼν

καὶ Ἀλκαθὰ καὶ Βεγεθὼν καὶ Γεβεελὰν

καὶ Ἁζὼρ καὶ Βαναιβακὰτ καὶ Γεθρεμμών, μών,

καὶ ἀπὸ θαλάσσης Ἰερακὼν ὅριον πλησίον Ἰόππης.

αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δὰν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν.

καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δὰν τὸν Ἀμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει· καὶ οὐκ εἴων αὐτοὺς οἱ Ἀμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα, καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν.

καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰούδα καὶ ἐπολέμησαν τὴν Λαχείς, καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας, καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασεννδάκ.

καὶ ὁ Ἀμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ἐλὼμ καὶ ἐν Σαλαμείν· καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφράιμ ἐπ’ αὐτούς, καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον.

Καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν. καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυὴ ἐν αὐτοῖς

διὰ προστάγματος τοῦ θεοῦ· καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμαρἥ ἐστιν ἐν τῷ ὄρει Ἐφράιμ· καὶ ᾠκοδόμησεν τὴν καὶ κατῴκει ἐν αὐτῇ.

Αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ἰσραὴλ κατὰ κλήρους ἐν ἐναντίον ἐναντίον τοῦ κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν.