Josue Cod. Vaticanus + Cod. Alexandrinus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγένετο τὰ ὃρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰουδαίας, ἀπὸ τῆς ἐρήμου Σεῖν ἕως καδὴς πρὸς λίβα·

καὶ αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα·

καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβείν, καὶ ἐκπεριπορεύεται Ἔννακ, καὶ ἀναβαίνει ἐπὶ λιβὸς ἐπὶ Καδὴς Βαρνή, καὶ ἐκπορεύεται ’ καὶ προσαναβαίνει εἰς Σαράδα, καὶ ἐκπορεύεται τὴν κατὰ Καδής,

καὶ ἐκπορεύεται ἐπὶ Σεληῶναν, καὶ διεκβαλεῖ ἕως φάραγγος [*](A)[*](8 προσεθην] προσετέθην B ab (superscr τε) Α 9 ἢν] ἦς Α Ι προσετέθην Α | ὀπίσω κυρίου του θεοῦ ἤμων] κω τὼ θὼ μου Α 10 10 B b 11 εἰσελθεῖν B* vid] ἐξελθεῖν B ab (§ sup ras 2 litt) Α Ι B* vid] εἰσελθεῖν B ab (ισ sup ras) Α 12 τῆ ἥμερα εκεινη] pr ἐν Α (bis) | Ενακιμ Α 13 Χεβρωβν] pr τῆ (sic) Α Ι τὼ Χαλεβ ὕω] υἱὼ Χαλεβ τὼ Α Ι υἱὼ Κενεζ] τὼ Κενεζεω Α 14 ἐγενήθης Α* | η Χεβρων] om η Α Ι του om του Α Ι ἡμέρας ταύτης] σήμερον ἡμέρας Α | θεοῦ] pr του Α 15 τῆς ] om τῆς Α | om ἢν Α | Αργοβ] Αρβο Α Ι Ενακιμ Α XV 1 Ἴου· Ιδουμαιας Α | τῆς ἐρήμου] των οριων Α Σεῖν] Σιμ’ Α | λίβα] νότον Α 2 λιβος] νότου Α | τῆς θαλάσσης] om τῆς B ab (vid) A | λίβα] νοτον Α Ακραβ- sup ras A?vid Ι Εννακ] Σεννακ Bab (pr Σ in mg sinistr) Σενα Α | ἔπι ’πὸ Bab mg Α Ι λίβος] νότου Α Ι Ασωρων] Εσρωμ Α | Σαραδα] Αδδαρα ΑΙ 2°] περιπορευετε Α 4 εκπορευεται] πορεύετε | διεκβάλλει B ab Α)

451
Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν. [*](B) τοῦτό ἐστιν αὐτῶν ὃρια ἀπὸ λιβός.

καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὃρια αὐτῶν ἀπὸ βορρᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου

ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλάαμ, καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβά, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαίων υἱοῦ Ῥουβήν·

καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος ’ καταβαίνει ἐπὶ Τααγάδ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως᾿ ’ ἥ ἐστιν κατὰ λίβα τῇ Φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, κα ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ.

καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ῾Ονὸμ ἐπὶ νότου τοῦ Ἰεβούς ἀπὸ λιβός, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ ἐκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ῾Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαεὶν ἐπὶ βορρᾶ·

καὶ διεκβάλλει τὸ ὃριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Μαφθώ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον Ἰεβάαλ, αὕτη ἐστὶν πόλις Ἰαρείμ·

καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου Ἰαρεὶν ἀπὸ βορρᾶ, αὕτη ἐστὶν Χασλών, καὶ καταβήσεται ἐπὶ ἡλίου, καὶ παρελεύσεται ἐπὶ λίβα·

καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχώθ, καὶ παρελεύσεται ὃρια ἐπὶ λίβα, καὶ διεκβαλεῖ ἑ ’πὶ λέμνα, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.

καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἢ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.

Καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα ἀπὸ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν ᾿Ενάκ, αὕτη ἐστὶν

καὶ ἐξωλέθρευσεν ἐκεῖθεν χαλὲβ υἱὸς Ἰεφοννὴ τοὺς τρεῖς υἱοὺς [*](4 τοῦτο] ταύτα Α | ὀρία] pr τὰ Α Ι λίβος] νότου Α 5 ἄπο βορρᾶ] ἔπι βορραν Α Α 6 Βαιθαγλααμ] Βαιθαλα Α Τ ἔπι 2°] ἄπο Α Ι τὰ Ἀγὰδ B b Α | προσαναβασεως Α Ι Αδδαμειν] Αδομμι Α | λίβα] νότον Α | τῆ φάραγγι] om τῆ A? (φαρ sup ras 5 circ litt ut vid) | διεκβάλλει B ab A Ι πηγῆς] pr τῆς Α 8 Ονομ] Ἔννομ’ Α (bis) Ι νότου] νώτου Α | του Ιεβους] om του Α | om ἄπο λίβος Α | ἐκβάλλει] διεκβάλλει Α Ι θαλάσσῃ B ab Ι Ραφαειμ Α | βορρᾶν Α 9 υδατος] pr του Α Ι Μαφθω] Ναφθω Α | εἰς τὸ ορος] ὄρους Α | αξει] ἐξάξει Α | Ιεβααλ] εἰς Βααλ Α | Ιαριμ Α 10 ἄπο] ἔπι Α | παρελεύσεται εἰς ορος Ασσαρ (Ασσαρες Ασσαρες B ab)] εἰς ὄρος Σηειρ καὶ παρελευσετε Α Ι Ιαριμ Χασαλων Α Ι λίβα] νότον Α 11 διεκβαλεῖ (ter)] διεκβάλλει B ab A | Σοκχωθ] Ακκαρωνα Α Ι ὀρία ἔπι λίβα] ὅ γῆς Βαλα Α* ο.γ. Γαβαλα Α 1 ?α? ἱ Αεμνα] Ιαβνηλ Α 13 απο] δία B ab mg Α | Αρβεκ Α Ι μητρόπολις Α 14 — 15 paene evan multa in Α)

452
[*](B) Ἐνάκ, τὸν Σουσεὶ καὶ Θοαλμεὶ καὶ τὸν Ἀχειμά.

καὶ ἀνέβη ἐκεῖθεν Χαλὲβ ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ· τὸ δὲ ὄνομα Δαβεὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.

καὶ εἶπεν Χαλέβ Ὅς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἄσχαν θυγατέρα μου εἰς γυναῖκα.

καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλέβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἄσχαν θυγατέρα αὐτοῦ γυναῖκα.

καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῶ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ χαλέβ Τί ἐστίν σοι

καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Νάγεβ δέδωκάς με· δός μοι τὴν Βοθθανείς. καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.

Αὓτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.