Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

  1. αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ,
  2. παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
  3. κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει,
  4. ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
  1. ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου,
  2. καυθήσεται ἕως ᾅδου κάτω·
  3. καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς,
  4. φλέξει θεμέλια ὀρέων.
  1. συνάξω εἰς αὐτοὺς κάκα,
  2. καὶ τὰ βέλη μου συνπολεμήσω εἰς αὐτούς.
  1. τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων,
  2. καὶ ὀπισθότονος ἀνίατος.
  3. ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς,
  4. μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
  1. ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα,
  2. κα ἐκ τῶν ταμείων
  3. νεανίσκος σὺν παθένῳ,
  1. εἶπα Διασπερῶ αὐτούς,
  2. παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν·
  1. εἰ μὴ δι’ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσιν,
  2. [*](AF 17 προσφατοι] pr καὶ Α | ηδεισαν] ειδησαν B 18 ενκατελιπες B b ε 2° sup ras Β ?)] ἐγκατέλειπες AF 19 ἔιδεν AF F | om ἡμέρων AF 21 παρώξυναν] παρώργισαν Α 22 κατω] κατωτάτου Fa 23 συνπολεμησω συμπολεμησω B b)] σὺν τελέσω AF 24 οπιστοτονος Α | ἀποστελῶ] επαποστ. Α | γην] τῆς γῆς Α γῆς F 25 ταμειων] ταμιείων AF | πρεσβυτου] πρεσβυτέρου AF 26 παύσω] καταπαύσω AF | δε] δὴ Α 27 μακροχρονίσωσιν BF1 vid] μακροχρονισουσιν Α χρόνιοι ὦσιν F)
    413
  3. ἵνα μὴ συνεπιθῶνται οἱ ὒπεναντίοι.
  4. [*](B)
  5. μὴ εἴπωσιν Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ
  6. καὶ οὐχὶ Κύριος ἐποίησεν ταῦτα πάντα.
  1. ἔθνος ἀπολωλεκὸς βουλήν ἐστιν,
  2. καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη.
  1. οὐκ ἐφρόνησαν συνιέναι·
  2. ταύτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον,
  1. πῶς διώξεται εἷς χιλίους,
  2. εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς,
  3. καὶ Κύριος παρέδωκεν αὐτούς;
  1. ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν οἱ θεοὶ αὐτῶν.
  2. οἱ ’δε ἐχθροὶ ἤμων ανοητοι.
  1. ἐκ ἦκ’ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
  2. καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
  3. σταφυλὴ αὐτῶν σταφυλὴ
  4. βότρυς πικρίας αὐτοῖς·
  1. θυμὸς δρακόντων ὁ οἶνος
  2. καὶ θυμὸς ἀσπίδων ἀνίατος.
  1. οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί,
  2. καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
  1. ἐν ἡμέρᾳ ἐκδικήσεω
  2. ὅταν σφαλῇ ὁ ποὺς
  3. ὅτι ἐγγὺς ἡμέρα ἀπωλίας αὐτοῖς,
  4. καὶ πάρεστιν ἕτοιμα ὑμῖν.
  1. ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ,
  2. καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ
  3. ἴδεν γὰρ παραλελυμένους αὐτοὺς
  4. καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ
  1. καὶ εἶπεν Κύριος Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν,
  2. ἐφ’ οἷς ἐπεποίθεισαν ἐπ’ αὐτοῖς ;
  1. ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε
  2. καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν.
  3. [*](27 ινα 2°] pr καὶ AF | η ηψηλη] om η AF* (superscr F1) | πάντα ταύτα F AF 28 εθνος] pr ὅτι AF 29 συνιεναι ταύτα· καταδεξ. AF 30 Κυριος] pr ο A | παρεδω|κ.αυτους F 32 σταφύλη 1°] pr η AF 35 ὅταν] pr ἐν AF | αυτων ἀυτῶν AF 36 ἔιδεν AF 37 θέοι ἀυτῶν] θεοισαυτων (sic) Α 38 ἀυτῶν ο] ἀυτῶ Α* (αυτων | ἐσθίετε)
    414
    [*](B)
  4. ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν,
  5. καὶ γενηθήτωσαν ὑμίν σκεπασταί.
  1. ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι,
  2. καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ·
  3. ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω·
  4. καὶ οὐκ ἐστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου
  1. ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου,
  2. καὶ ὀμοῦμαι τὴν δεξιάν μου
  3. καὶ ἐρῶ Σῶ ἐγὼ εἰς τὸν αἰῶνα·