Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς βασᾶν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς βασᾶν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ.

καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας [*](29 Μοαβιται Βb | Αροηρ] Αροηλ Α | ἕως] + ἀν’ AF 30 om Σηων Α | AF Α | om ὡς Bab 31 πρὸ προσώπου σου] σοι Α | Εσεβων sup ras Bab I κληρονομῆσαι] λ, ρονομησαι sup ras Bab(vid) 31 — 32 τὴν γῆν 2°...Εσεβων sup ras Bab 32 ἥμιν] η sup ras Β? | Ιασσα] pr εἰς AF 33 αὐτὸν Κυριος] ’τον κ sup ras B?vid | επαταξεν] ἐπατάξαμεν BabF | αὐτοῦ 2°] του 34 πάσαν πολιν] ν °, ἱν sup ras item inter verba ras aliquid B? πάσας τὰς πολεις B*vld) | κατελείπομεν AF | ζωγρεαν Β* ι superscr Β?] ζωγρίαν AF 35 προενομευσαμεν AF + αὐτοῖς Α + ἐν αὐτοῖς F* εν ἑαυτοῖς F1) 36 εξ] ἄπο AF | χειλος] τεῖχος F | ἐγενήθη] ἢν AF ’ 37 ἐγγὺς] εἰς γῆν AF | Αμμαν Ba?bAF | προσήλθαμεν Α | χειμάρρου BF1] χειμάρρῳ Α χειμάρρων F*vid | ορινη AF | κύριος ο θ. ἤμων ἥμιν] ἥμιν #x772; ο #x772; ἤμων B?F om ἥμιν Α ΙΙΙ Ι ἐπιστραφέντες BahAF | ἦν εἰς βάσαν] τῆς εἰς Β. Α | ’γωγ’] Ωγ Bb?c? AF | βάσαν 2°] pr τῆς BabA | ο λᾶος αὐτοῦ] + μετ’ αὐτοῦ AF | Εδραειν)

346
[*](Β)Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ὅγ’ βασιλέα τῆς βασᾶν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.

καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα Ἀργὸβ βασιλέως Ὢγ ἐν βασᾶν·

πᾶσαι πόλεις ὀχυραί, ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.

ἐξωλεθρύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία

καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.

καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνῶν καὶ ἕως Αερμών· ἐπονομάζουσιν τὸ Ἁερμὼν Σανιώρ,

καὶ ὁ Ἀμορραῖος αὐτὸ Σανείρ·

πᾶσαι πόλεις Μεισώρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα βασᾶν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ ὅγ’ ἐν τῇ βασᾶν·

ὅτι πλὴν Ὢγ βασιλεὺς βασᾶν κατελείφθη ὑπὸ τῶν Ραφαείν. ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἄμμων· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος, ἐν πήχει ἀνδρός.

καὶ καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαὰδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῶ Ρουβὴν καὶ τῷ Γόδ.

καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν Ἀργόβ, πᾶσαν γῆν βασᾶν ἐκείνην, γῆ Ῥαφαεὶν λογιπερίχωρον

καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον [*](AF) [*](2 Σηων] pr τὼ AF | Εσεβων] βῶ sup ras Aa 3 καὶ ’τον Ωγ] p Α | ἐπάταξεν F* ἐπατάξαμεν Flvid) | καταλείπειν F 4 om συνκ Β?AF | Βασαν] pr τῆ F 6 om αὐτοὺς B? | Εσεβων...εξης lacera in F | γυναικας] + ἀυτῶν AF | παιδιᾶι τέκνα F 8 καὶ εως] εως Α ἕως ὄρους F 9 επονομαζουσιν] ἐπωνόμασαν (sup ras) Babcvid | Αρμων B* Αερμ. Ba) | ’. Bab] ἐπονόμασεν B*AF | Σανιρ F 10 Μισωρ F | Εδραειν AF | βασιλέ’ AF 1 του Ωγ] om του F* (hab F1mg) 11 υπο] ἄπο ’AF | ἐν τῆ ακρα] ἐν τ’ sup ras B? | Αμμαν Ba?bAF | πηχεων B?A (bis) F (2°) | ευρος] + BabAF 12 επρονομευσαμεν] ἐκληρονομήσαμεν BabAF | ἔπι του χειλους] πάρα τὸ χειλος BabAF | ορους] pr του BabAF 13 om βασίλειαν F*vid (hab ’K) | Γωγ] Ωγ ΒabAF | ἡμίσει AF] ημισυ B | Μαννασση Α | περιχ.] pr τὴν AF | γῆν Βασαν 2°] τὴν B. AF 14 Μαννασση Α | περιχωρον] τὴν BabAF)

347
ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς [*](B) ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης.

καὶ τῶ Μαχεὶρ εδωκα τὴν Γαλαάδ.

καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνῶν, καὶ ἕως τοῦ Ἰαβόκ·

ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· καὶ ἡ Ἄραβά καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἀλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν.

Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπο- ρεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός.

πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν·

ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ ἢν ἔδωκα ὑμῖν.