Deuteronomium

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε τοῦ ποιεῖν ἐν τῇ γῇ, ἧ κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς.

ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος·

καὶ κατασκάψατε τοὺς βωμοὺς [*](24 σου] ὑμῶν AF 25 ’τον φόβον ὑμῶν καὶ ’τον τρόμον ὑμῶν AF I AF ] προσώπου AF | ἔαν] ἀν’ AF | ἐλάλησεν] + κݲςݲ AF | πρὸς π ἀύτης F 26 ἐνώπιον ὑμῶν σήμερον] σήμερον ἐνάντιον ὑμῶν Α | τὴν ευλογιαν] ευλογιας AF | τὴν κατάραν] κατάρας AF 27 τὴν εὐλογίαν] τας υλογιας F | ἃς] ὅσας AF 28 αἰ καταραι] τὰς κατάρας AF | ακουσητε] εισακουσητε AF | ὅσα] ὅσας AF | ενετειλαμ... F | οὑς] ὄις AF | οὐκ οἴδατε sup as A1 29 om εἶ 2° Α | διαβεννις Α | εὐλογίαν] pr τὴν AF | Γαζιρειν Α | Γαιβα.᾿ F 30 om δυσμῶν 1° F | Γολγο.᾿ F 31 μιν F | καὶ κατοικησετε] pr κα κληρονομήσετε ἀυτὴν Α καὶ κληρονομήσετε F j εν ἀυτὴ] ἀυτὴν F 32 αὐτοῦ] μου Α | ταύτας] αὐτοῦ AF | ὅσας) ἃς AF ΚΙΙ 1 αἰ κρίσεις] τὰ κρίματα AF | ἃς] α AF φυλάξετε] φυλάξεσθε AF | τοιειν]ποιησαι AF | ἐν τῆ γῆ] ἔπι τῆς γῆς AF η] ης ημων] υμων AF 2 απολειται Α | πάντας τοὐ τόπους] πάντα τὰ ἔθνη Α | ἔκει] + τὰ ἔθνη F | λγρονομειτε] κατακληρον. AF | δένδρου] pr παντὸς F1mg | δασέως AF (??) κατασκεψατε B* κατασκαψ. Bab)] κατασκάψετε F | βωμοὺς] aliq emend B? vid)

368
[*](B) αὐτῶν, καὶ συντρίψετε τὰς στήλας αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐκκόφετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακούσατε πυρί. καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.

οὐ ποιήσετε οὕτως κυρίῳ τῷ θεῷ ὑμῶν·

ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἀν’ ἐκλέξηται Κύριος ὁ θεός σου ἐν μιᾷ τῶν πόλεων ὑμῶν, ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληθῆναι, καὶ ἐκζητήσατε ἐκεῖ·

καὶ οἴσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς ὁμολογίας ὑμῶν, τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν κα τῶν προβάτων ὑμῶν·

καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέν σε Κύριος ὁ θεός σου.

οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ·

οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ὑμῖν.

καὶ διαβήσεσθε τὸν Ἰορδάνην, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ἡμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσφαλίας.

καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σον ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν, καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ἐῷ·

καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν, καὶ ὁ Λευείτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ’ ὑμῶν.

πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπω οὗ ἐὰν ἴδῃς,

ἀλλ᾿ ἢ εἰς τὸν τόπον ὃν ἀν’ ἐκλέξηται κύριος ὁ θεός σου [*](AF) [*](3 κατακαύσετε Α κατακαύσεται F | ἀπολεῖτε Α 5 σου] ὑμῶν AF | AF | εκζητησατε] ἐκζητήσετε AF + ἐλεύσεσθε εἰ Bab AF 6 οἴσετε] + ἐκ Bab (superscr) AF | και τας ομολ. τὰ θυσιάσματα ὑμῶν καὶ τας απαρχας υμων καὶ τα ἑκούσια ὑμῶν Α + και τας θυσίας ὑμῶν (om F* hab F1mg) καὶ τας ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν και τὰ ἑκούσια ὑμῶν P | τὰ πρωτότοκα] pr καὶ Α 7 ἔναντι F I ἀν’] ἔαν AF ἐπιβάλητε τὰς χεῖρας AF + ὑμῶν F | ηὐλόγησεν AF 8 ημεις ποιουμεν ] υμεις ποιειτε F υμεις xotctre F | ενωπιον] ἐνάντιον AF 9 ἤμων BF1 ημιν F* )] ὑμῶν Α 10 ἤμων] ὑμῶν AF Ab 11 σου] ὑμῶν AF οισετε] pr ἔκει AF | om και τας απαρχας τῶν χείρων ὑμῶν F | καὶ παν] pr κα τὰ δόματα ὑμῶν AF | ἐκλεκτὸν Β* εκλεκτον Bb | ἔαν] ἀν’ AF | τὼ θέω] + ὑμῶν AF 12 ἔναντι AF I αἰ ᾶοδ αἰ (1°) sup ras Aa | Λευιτης BbAF)

369
αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου· ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, [*](B) καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἢν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ὁ ἀκάθαρτος ἐν σοὶ κοὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτό, ὡς δορκάδα ἢ ἔλαφον·

πλὴν τὸ αἷμα οὐ φάγεσθε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ.

οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ πάσας εὐχὰς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν σου·

ἀλλ᾿ ἢ ἐναντίον Τυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Τυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἀν’ ἔπι βάλῃς τὴν χεῖρά σου.

πρόσεχε σεαυτῷ μὴ ἐνκαταλίπῃς τὸν Λευείτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῆς ἐπὶ τῆς γῆς.

Ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα· ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα, ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα.