Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσών, καὶ τούτους κατ’ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν·

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσών, λειτουργεῖν καὶ αἴρειν·

καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κά- λυμμα αὐτῆς, καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ἂν ἐπ’ αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,

καὶ τὰ ἱστία τῆς αὐλῆς ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσά, καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσιν.

κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἔργα δι’ αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἄρτα ὑπ’ αὐτῶν.

αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Υἱοὶ Μεραρεί, κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτούς·

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ’ αὐτῶν κατὰ πάντα τὰ ἔργα τῶν ἐν τῆ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς κα τοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατα- [*](AF 18 Λευιτῶν Bab πολειτ. B*) AF 19 προσπορευεσθ.] εισπορ. AF 20 τα ἅγια] τὸ ἄγιον AF 22 om καὶ τούτουςAF 18 om κατ’ οἴκους πατρίων ἀυτῶν F | om κάτα δήμους ἀυτῶν Α 23 επισκεψαι] επισκεψασθαι Α επισκεψασθε F Ι ποιεῖν] pr καὶ AF | om αὐτοῦ AF Ι ἐν τῆ σκήνη] τῆς σκήνης Α 24 του Γεδσων] om του Α 25 τὰς δέρρεις] τὰ σκεύη B 1 ? a ? b mg Ι κάλυμμα 1°] κατακάλυμμα BabAF | κάλυμμα 2° , 3°] κατακάλυμμα AY | ἐπ’ ἀύτης] Bab ἐπ’ ἀυτὴν Α 26 om καὶ τὰ ιστια...του μαρτυρίου B* (hab Bab mg inf) | τὰ περισσὰ] † ἀυτῶν AF Ι λειτουργικα] † ἀυτῶ AF | ὅσα] pr καὶ AF 27 om καὶ 2° Α | ἔργα] ἄρτα Α | δι’ ἀυτῶν] om δι’ F Ι τὰ ἄρτα] τὰ ἔργα Bab om τὰ 29 υιοι] pr οἱ AF | Μεραρι AF 30 επισκεψασθαι F | om τῆς σκήνης F 31 ὐπ’ ἀυτῶν] ὐπ’ αὐτοῦ Α | τῶν ἐν τῆ σκήνη] ἀυτῶν ἐν τῆ σκ. BabAF | μοχλοὺς] † ἀύτης AY | om καὶ του, στύλους ἀύτης F* (hab F 1 mg) | κατακαλυμμα 1°] † τῆς σκήνης A)

263
κάλυμμα, καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στῦλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα [*](B) τῆς θύρας τῆς σκηνῆς,

καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλω, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ’ αὐτῶν.

αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρεὶ ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν χειρὶ Ἰθαμὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν δισχίλιοι διακόσιοι πεντήκοντα·

αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἔπε’ σκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς κυρίου ἐν χειρὶ Μωυσῇ.

Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατ’ οἴκους πατριῶν αὐτῶν,

ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

καὶ ἐγένετο ἡ ἐπίσκειψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατρίων αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα·