Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ᾿Ελεαζὰρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν Κύριος τῷ Μωυσῇ.

πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου,

πᾶν πρᾶγμα διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ’ ἢ τῶ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι’ ὕδατος.

καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡ τῆ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε· καὶ μετὰ ταῦτα τὴν παρεμβολήν.

Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσὶ

Λαβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας, ἀπὸ ἁ ἕως κτήνους, σὺ καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν τῆς συναγωγῆς·

καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς

καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν κοὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν.

καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε, καὶ δώσεις ᾿Ελεαζὰρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς κυρίου·

καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν ᾿Ισραὴλ λήμψῃ ἔνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ κυρίου.

καὶ ἐποίησεν Μωυσῆς καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες·

καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες.

ὅνοι, μία καὶ [*](22 του ἀργυρίου καὶ του χρυσίου Α | κασιτερου F 23 διελευσεται 1°] pr ο AF iabAF I ἔαν] ἀν’ Bab om AF | διαπορεύεται AF | διελεύσεται 2°] pr οὐ 24 πλυνεῖσθε] πλυνεῖτε F j καθαρισθηεσθαι F 27 ἐκπορευομένων] εκ- Bab | συναγωγῆς] pr τῆς Α 28 τέλος] pr τὸ AF | εκπεεκπορευομενων AF | τὴν παράταξιν] om τὴν F αἰγὼν όνων 30 ἥμισυς B* ἡμίσους Bab) | του τῶν ὑιῶν] τούτων τῶν ὑιῶν B* σου τῶν υἷ’. Ba? b) | ἔνα] ἐν F | τῶν πεντήκοντα] om τῶν Bab (hab B*AF) I Λευίταις BbAF 32 προνομῆς sup ras Ba | ἑβδομήκοντα καὶ πέντε χιλιαδες] εβδ· χιλιάδες καὶ πεντακισχίλια Α πεντακισχίλια F* (pr καὶ εβδ F1 mg inf) 33 βόες] βόων AF 34 ὄνοι] καὶ όνων AF)

326
[*](B) ἑξήκοντα χιλιάδες

καὶ καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἥνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαί, δύο κα τριάκοντα χιλιάδες.

καὶ ἐγενήθη τὸ ἡμίσευμα, ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον, ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσια κα τριάκοντα χιλιάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι.

καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιοι ἑβδομήκοντα πέντε·

καὶ βόες ἲξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος κυρίῳ δύο κα ἑβδομήκοντα·

καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ φ΄, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα·

καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί.