Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐλάλησεν Μωυσῆς τοῖς υἱοῖς ᾿Iσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ.

καὶ ἐλάλησεν Μωυσῆς πρὸς τοὺς ἄρχοντας τῶν φυλῶν ᾿Ισραὴλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν Κύριος·

ἄνθρωπος ἄνθρωπος ὃς ἄν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ, οὐ βεβηλώσει τὸ ῥῆμα αὐτοῦ· παντᾶ ὅσα ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματος αὐτοῦ ποιήσει. ἐὰν δὲ γυνὴ εὔξηται

εὐχὴν κυρίῳ ἢ ὁρίσηται ὁρισμὸν ἐν τῷ οἴκῳ τοῦ πατρὸς, αὐτῆς ἐν τῆ νεοτήτι αὐτῆς·

καὶ ἀκούση ὁ πατὴρ αὐτῆς τὰς εὐχὰς ἀύτης καὶ τοὺς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, κα παρασιωπήσῃ αὐτῆς ὁ πατήρ· καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς μενοῦσιν αὐτῇ.

ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ ὁ πατὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούση πάσας τὰς εὐχὰς αὐτῆς καὶ τοὺς ὁρισμοὺς οὓς ὡρίσατο κατὰ, τῆς ψυχῆ‘ς αὐτῆς, οὐ στήσονται. καὶ κύριος καθαριεῖ αὐτήν, ὅτι ἀνένευσεν ὁ πατὴρ αὐτῆς.

ἐὰν δὲ γενομένη γένηται ἀνδρί, καὶ αἱ εὐχαὶ αὐτῆς ἐπ᾿ αὐτῇ κατὰ τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς,

καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ· καὶ οὕτως στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς οὕς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται.

ἐὰν δὲ ἀνα- [*](AF) [*](36 ολοκαυτωμα F | εις οσμην ευβδ. καρπ.] καρπ. εις οσμην ευωδ. A | om τω κω AF | om ενιανσιους F 37 την συνκρισιν] F 39 ποιησετε] ποιηθησεται F | Κυριω] pr τω AF υμων F* (hab πλην τ. ευχων Fa mg) | om Κυριω] και τας τω θυσιας F XXX οσα] a AF 2 Ισραηλ] pr υιων AF 3 Κυριω] pr το Α| η ὁρίσηται ορισητε A) ὁρισμῶ AF Ι ῥῆμα] ὄνομα F j ear] ἀν’ AF 5 om ο ορισμους]+ αυτης ους] οσα AF 8 πݲηݲρݲ A* ανηρ o πατηρ αυτης F | ὡρίσατο °] ορισατο Α | αυτης 5°] ἀυτὴν F ορισμους] πατηρ αυτης αυτης A 7 om δε F | αι ευχαι] ευχη A | αυτη] αυτην F)

323
ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ [*](B) καὶ οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς οὐ μενοῦσιν, ὅτι ὁ ἀνὴρ ἀνένευσεν ἀπ’ αὐτῆς· καὶ κύριος καθαριεῖ αὐτήν.

καὶ εὐχὴ χήρας καὶ ἐκβεβλημένης, ὅσα ἄν εὔξηται κατὰ τῆς ψυχῆς αὐτῆς, μενοῦσιν αὐτῇ.

ἐὰν δὲ ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἡ εὐχὴ αὐτῆς ἢ ὁ ὁρισμὸς κατὰ τῆς ψυχῆς αὐτῆς μεθ’ ὅρκου,

καὶ ἀκούσῃ ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ καὶ μὴ ἀνανεύσῃ αὐτῇ· καὶ στήσονται πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ πάντες οἱ ὁρισμοὶ αὐτῆς οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται κατ’ αὐτῆς.

ἐὰν δὲ περιελὼν περιέλῃ ὁ ἀνὴρ αὐτῆς ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ πάντα, ὅσα ἐὰν ἐξέλθῃ ἐκ τῶν χειλέων αὐτῆς κατὰ τὰς εὐχὰς αὐτῆς καὶ κατὰ τοὺς ὁρισμοὺς τοὺς κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενεῖ αὐτῇ· ὁ ἀνὴρ αὐτῆς περιεῖλεν, καὶ κύριος καθαρίσει αὐτήν.

πᾶσα εὐχὴ καὶ πᾶς ὅρκος δεσμοῦ κακῶσαι ψυχήν, ὁ ἀνὴρ αὐτῆς στήσει αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς περιελεῖ.

ἐὰν δὲ σιωπῶν παρασιωπήσῃ αὐτῇ ἡμέραν ἐξ ἡμέρας, καὶ στήσει αὐτῇ πάσας τὰς εὐχὰς αὐτῆς, καὶ τοὺς ὁρισμοὺς τοὺς ἐπ’ αὐτῆς στήσει αὐτῇ, ὅτι ἐσιώπησεν αὐτῇ τῇ ἡμέρᾳ ἢν ἤκουσεν.

ἐὰν δὲ περιελὼν περιέλῃ αὐτῆς μετὰ τὴν ἡμέραν ἢν ἤκουσεν, καὶ λήμψεται τὴν ἁμαρτίαν αὐτοῦ. δικαιώματα ὅσα ἐνετείλατο Κύριος τῷ Μωυσῇ ἀνὰ μέσον ἀνδρὸς καὶ γυναικὸς αὐτοῦ, καὶ ἀνὰ μέσον πατρὸς καὶ θυγατρὸς ἐν νεότητι ἐν οἴκῳ πατρὸς.