Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἡ θυσία αὐτῶν καὶ ἡ σπονδὴ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σὐνκρισιν αὐτῶν·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

τῇ ἡμέρᾳ τῆ τετάρτῃ μόσχους δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους ἰδ’ ἀμώμους·

αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

τῇ ἡμέρᾳ τῇ πέμπτη μόσχους ἐννέα, κριοὺς β΄, ἀμνοὺς ἐνιαυσίους ἰδ’ ἀμώμους·

θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

τῇ ἡμέρᾳ τῆ ἕκτη μόσχους ὀκτώ, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δέκα τέσσαρες ἀμώμους·

αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἁμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν·

καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ μόσχους ἑπτά, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους ἰδ’·

αἰ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τοῖς μόσχοις καὶ τοῖς κριοῖς καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σὐνκρισιν αὐτῶν·

καὶ χίμαρον ἑ [*](17 ιβ΄] δώδεκα AF Ι β'] δύο AF | ἰδ’] τέσσαρας καὶ δέκα Α τέσσαρες AF κα δ. F 20 τῆ ἥμεραι pr καὶ Α | ία] ἕνδεκα AF | ἰδ’] τέσσαρας καὶ δέκα Α τέσσαρες κα δ. F 21 om καὶ η σπονδὴ ἀυτῶν Α 23 ἰδ’] τέσσαρες καὶ δέκα AF 25 πέρι ἁμαρτίας] πε| ριας (sic) F 26 μόσχους ἐννέα] μόσχον ἔνα F | β'] δύο AF j ἰδ’] τέσσαρες καὶ δέκα AF 29 δέκα τέσσαρες τέσσαρας Bb)] τέσσαρες καὶ δέκα AF 32 ἰδ’] τέσσαρες καὶ δέκα AF + ἀμώμους Bab AF 33 αμνοις] μνοις sup ras Aa? | om κάτα τὴν συνκρ. ἀυτῶν F)

322
[*](B) ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός· αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

καὶ τῃ ἡμέρᾳ τῃ ογδοῃ εζοδιον ἔσται ὑμῖν. πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ·

καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας, καρπώματα μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·

αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ κα τοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύνκρισιν αὐτῶν·

καὶ χίμαρον ἐξ οἴγων ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.

Ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰς θυσίας ὑμῶν κα τ καὶ τὰ σωτήρια ὑμῶν.