Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ τοῖς ἑπτὰ ἀμνοῖς·

καὶ χίμαιραν ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·

πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς τῆς πρωινῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ.

ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίου· ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ.

καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.

Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν π ροσφέρητε θυσίαν νέαν κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.

καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ· μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἑπτὰ ἀμνοὺς ἐνιαυσίους ἀμώμους·

ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί,

δέκατον τῳ ενι τῳ ἔνι τοῖς ἔπτα ἀμνὸς·

καὶ χίμαρον εζ αἰγὼν ἔνα περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ ὑμῶν·

πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διὰ παντός· καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ οἱ, ἄμωμοι ἔσονται [*](14 ἀυτῶν] ἀυτῶ Α | ιν Α (ter) F 2°, 3°) | om τω μοσχω...εσται 2 Ο B* AF (hab BabAF) | οινου] ου F 15 κυρίου] κυρίω Bab AF 16 τεσσαρισκαιδεκ. Bb | om πάσχα Α | Κυριου] κݲωݲ Bab mg τὼ κυρίω F om Α 17 καὶ τῆ πεντεκαιδεκάτη ἥμερα του μηνὸς Α | ἑορτὴ] pr ποιηθήσεται Α | om ἔπτα ἡμέρας ἄζυμα ἔδεσθε Α 18, 24, 31 ποιήσεται Α 19 ολοκαυτωματα] ὁλοκαύτωμα Α | καρπώματα] κάρπωμα BaAF | ἀμνοὺς αμνους ζ́ ] om ζ΄ B* (hab Bab mg) επτα αμν. ενιαυσ. AF | om ἄμωμοι Α 20 θυσία] pr η AF | τὼ ἔνι °] + ποιήσεται Α 21 om δέκατον 2° F 22 πέρι ἁμαρτίας Α 23 τῆς δία παντος] om τῆς Α 24 επτα] δύο sup ras Aa | Κυριου] κυριω BbAF 27 αμνους ενιαυσ. ἔπτα AF 31 του δία παντὸς] της νουμηνίας καὶ η θυσία ἀυτῶν καὶ τὸ ὁλοκαύτωμα τὸ δία παντὸς Α)

320
[*](B) ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.