Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέθανεν Ναδὰβ καὶ ᾿Αβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σεινά.

καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν ᾿Ισραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν ᾿Ισραήλ.

Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ ᾿Ελεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ᾿Ιερειχώ·

καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἔπε’ ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ ᾿Ααρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ Σεινά·

ὅτι εἶπεν κύριος αὐτῷ Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χαλὲβ υἱὸς ᾿Ιεφοννὴ καὶ Ιησοῦς ὁ τοῦ Ναυή.