Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἐγένετο μετὰ τὴν πληγὴν (1) καὶ και ελάλησεν Κύριος πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεαζὰρ τὸν ἱερέα λέγων

Λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υιῶν ᾿Ισραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ’ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ.

καὶ ἐλάλησεν Μωυσῆς καὶ ᾿Ελεαζὰρ ὁ ἱερεὺς ἐν ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ᾿Ιερειχὼ λέγων

᾿Απὸ' εἰκοσαετοῦς καὶ ἐπάνω, ὅν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, σὺ καὶ ὁ υἱοὶ ᾿Ισραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου.

῾Ρουβὴν πρωτότοκος ᾿Ισραήλ. υἱοὶ δὲ ῾Ρουβήν· ῾Ενώχ, καὶ δῆμος τοῦ ῾Ενώχ· τῷ Φαλλοῦ, δῆμος τοῦ [*](AF) [*](8 Ισραηλιτον BbF | Ισραηλιτην BbF Ισραηλιτιν Α | υιων] pr των AF 11 υιος 2°] υιου BabAF 12 διαθ. ειρ.] pr την διαθήκην μου Α 13 αὐτοῦ Α | αἰωνίας F 14 Ισραηλιτου BbA | Μαδειανειτιδος B* Μαδιανιτιδος BbAF | Ζαμβρι AF | Σαλμων] Σάλω Α Σαλωμ F | πατρίας τῶν Σ.] πατρίας S. Α πάτρια Σ. F 18 Μαδιανιτιδι BbAF | Χασβι AF | Ομμοθ] Σομμωθ AF | Μαδιαμ AF 18 Χασβι AF | Μαδιαμ AF | αδελφην] pr την Α XXVI 1 Μωυσην] + λέγων Α | omirpoj 2° BabF | A* ε superscr Α1) 2 συναγωγῆς] pr τῆς A 3 Ελεαζαρ ο ἱερεὺς] om ο ἱερεὺς Α + μετ’ ἀυτῶν AF | Ιεριχω BbA 4 om σὺ AF B | του Φαλλουει] ο Φαλλουι F)

313
Φαλλουεί.

τῷ ῾Ασρών, δῆμος τοῦ ῾Ασρωνεί. τῷ Χαρμεί, δῆμος τοῦ [*](B) Χαρμεί.

οὗτοι δῆμοι ῾Ρουβήν· καὶ ἐγένετο ἢ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

καὶ υἱοὶ Φαλλοῦ· ᾿Ελιάβ.

καὶ υἱοὶ ᾿Ελιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ ᾿Αβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν ἐν τῇ συναγωγῇ κόρε ἐν τῇ ἐπισυστάσει κυρίου·

καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ κόρε ἐν τῇ συναγωγῇ αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ.

οἱ δὲ υἱοὶ Κόρε οὐκ ἀπέθανον νον.

Καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Ναμουήλ, δῆμος ὁ Ναμουηλεί· τῷ ᾿Ιαμείν, δῆμος ὁ ᾿Ιαμινεί. τῷ δῆμος ὁ ᾿Ιαχινεί·

τῷ Ζάρα, δῆμος ὁ Ζαραεί· τῷ Σαούλ, δῆμος ὁ Σαουλεί.

οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδεσ καὶ διακόσιοι.

Υἱοὶ δὲ Ἰούδα· Ἤρ καὶ Αὐνάν· κοὶ ἁ Ἤρ καὶ Αὐνὰν ἐν γῇ Χανάαν.

ἐγένοντο δὲ οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλών, δῆμος ὁ Σηλωνεί. τῷ Φάρες, δῆμος ὁ Φάρες· τῷ Σάρα, δῆμος ὁ Ζαραεί.

καὶ ἐγένετο υἱοὶ Φάρες· τῷ ῾Ασρών, δῆμος ὁ ῾Ασρωνεί. τῷ ᾿Ιαμούν, δῆμος ὁ ᾿Ιαμουνεί.

οὗτοι δῆμοι τῷ Ἰούδᾳ κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἕξ καὶ ἑβδομήκοντα χι- λιάδες καὶ πεντακόσιοι.

Καὶ υἱοὶ ᾿Ισσαχὰρ κατὰ δήμους αὐτῶν· τῷ Θωλά, δῆμος ὁ Θωλαεί· τῷ Φουά, δῆμος ὁ Φουαεί.

τῷ ᾿Ιασούβ, δῆμος ᾿Ιασουβεί· τῷ Σαμαβάμ, δῆμος ὁ Σαμαβρανεί.