Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • Ἰσχυρὰ ἡ κατοικία σου·
  • καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
  • καὶ ἐὰν γένηται τῷ Βεὼρ νεοσσιὰ πανουργίας,
  • Ἀσσύριοί σε αἰχμαλωτεύσουσιν.
  • καὶ ἰδὼν Ὤγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν

  • *Ὤ ὤ, τίς ζήσεται ὅταν θῇ ταῦτα ὁ θεός;
  • καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων,
  • καὶ κακώσουσιν ᾿Ασσούρ, καὶ κακώσουσιν ᾿Εβραίους,
  • καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
  • καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν, ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ· καὶ Βαλὰκ ἀπῆλθεν πρὸς ἑαυτόν.