Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀναστὰς Βαλαὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ.

καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός, καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ.

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῆ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ αὐτῆς καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ, τοῦ εὐθῦναι αὐτὴν ἐν τῆ ὁδῷ.

καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν αὐτὸν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαάμ, καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν.

καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἢν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν.

καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τ·οῦ θεοῦ συνεκάθιδεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ.

καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαάμ Tt ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον ;

καὶ εἶπεν Βαλαὰμ τῇ ὄνῳ Ὅτι ἐμπέπαιχάς μοι· καὶ εἰ εἶχον μάχαιραν ἐν τῆ χειρί, ἤδη ἂν ἐξεκέντησά σε.

καὶ λέγει ἡ ὄνος τῷ Βαλαάμ οὐκ ἐγὼ ἡ ὄνος σου, ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον [*](17 ὅσα] ο Bah πάντα ὅσα Α παντα F | ειπης] + μοι AF | σοι] σε F 18 κρίθη Βαλααμ κ εἶπεν τοῖς ἄρχουσιν in mg et sup ras Aa (om καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ A*vid) | Βαλακ] Βαλαμ Α | καὶ 3° ] η Α 20 Βαλααμ] † νυκτος Bab (superscr) AF | ἀν’] ἔαν AF Ι λαλήσω] εἴπω AF Ι ποιήσεις] ποίης F 21 ἀρχόντων] ἄνδρων Α 22 ο θεὸς] κύριος F Ι ἐπορεύθη] επορευετο AF Ι ἐνδιαβάλλειν AF Ι om και αὐτὸς ἐπιβεβήκει Α | δύο] pr οἱ BaA 23 om αυτης BabAF Ι επαταξεν] επαισεν F | τη ραβδω] pr εν AF + αυτου 24 αμπελωνων AF 25 aurov] εαυτην AF | Βαλλααμ] + προς τον τοιχον 26 αριστερα F 27 του υεου] + ανθεστηκοτα εν τη οδω F* (om 28 λεγει] ειπεν Α | εποιησα] πεποιηκα AF | τριτον τουτο F 29 εἰ] η AF AF 30 om σου ° Α j απο] εκ Α | σημερον ημ.] ημ. τηυτης Α)

306
[*](B) ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως ; ὁ δὲ εἶπεν Οὐχί.

ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλαάμ, καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησεν τῷ πω αὐτοῦ.

καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ Διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον ; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου.

καἰ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο· καὶ εἰ μὴ ἑξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δὲ περιεποιησάμην.

καὶ εἶπεν Βαλαὰμ τῷ ἀγγέλῳ κυρίου Ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῆ ὁδῷ εἰς συνόντησιν· καὶ νῦν εἰ μή σοι ἀρέσκει, ἀποστραφήσομαι.

καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλαάμ Συνπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ, τοῦτο φυλάξῃ λαλῆσαι. καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βακλακ.

καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαάμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωάβ, ἥτις ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων.

καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαάμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διὰ τί οὐκ ἤρχου πρὸς μέ ; οὐ δυνήσομαι ὄντως τιμῆσαί σε;

καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλάκ ἰδοὺ ῆκω πρὸς σὲ νῦν· δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω.

καὶ ἐπορεύθη Βαλαὰμ μετὰ Βαλάκ, καὶ ἦλθον εἰς Πόλεις ἐπαύλεων.

καὶ ἔθυσεν Βαλὰκ πρόβατα καὶ μόσχους, καὶ ἀπέστειλεν τῷ Βαλαὰμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ.