Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορεἰρηνικοῖς ραίων λόγοις εἰρηνικοῖς λέγων

Παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα, οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου.

καὶ οὐκ ἔδωκεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγεν Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθεν παρατάξασθαι Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Εἴσσα, καὶ παρετάξατο τῷ Ἰσραήλ.

καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρης, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνὼν ἕως Ἰαβόκ, ἔως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμών ἐστιν.

καὶ ἔλαβεν Ἰσραὴλ πάσας τἀς πόλεις ταύτας· καὶ κατῴκησεν Ἰσραὴλ [*](AF) [*](13 om εν τη ἐρήμω F | ἔξεχον Bab AF] εξον Β* Ι om ανα μεσον Mwab F 14 λεγετε Α Ι βίβλῳ Α | του κυριου] om του Α Ι οοβ F 16 τοῦτο φρεαρ] τοῦτο ἐστιν τὸ φρ. Α | om συνάγαγε τον λαὸν Α (hab συναγαγ— Ι συναγαγεῖν ?] ’τον λ. F) 18 om ἐν τῆ βᾶσ’. ἀυτῶν B* (hab BabAF) Ι Μανθανιν Α Μανθανεν F* Μανθαναειν F1) 19 om και απο Μανθ. F* (hab και απο Μανθανεν Fmg Μανθαναειν F1) Ι Μαναηλ (bis)] Μαναναηλ Bahvid Νααλιηλ Α α ηλ (1°) α. λιηλ (2°) F 20 απο 1°] εκ F | νάπην Ιαννα F 21 Μωυσης] Ισραὴλ F Ι om Σηων F 22 τῆ οδω] om τῆ Α πορευσομεθα 1°] B* b? c? AF] πορευσομαι Ba | αμπελωνα] + σου Α | εως] AF 23 Ισραηλ 2°] pr τὼ BabAF | την ερημον F1 mg πολεμον F*) Ιασσα BaAF 24 μαχαίρας BabAF Ι om της γης F | Αμμων] Αμμων AF)

303
ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων, ἐν Ἑσεβὼν καὶ ἐν πάσαις [*](B) ταῖς συνκυρούσαις αὐτῇ.

ἔστιν γὰρ Ἑσεβών, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων ἐστιν· καὶ οὗτος ἐπολέμησεν βασιλέα Μωὰβ τὸ πρότερον, καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν.

δία τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί

  • Ἔλθετε εἰς Ἑσεβών,
  • ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
    1. ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἑσεβών,
    2. φλὸξ ἐκ πόλεως Σηών·
    3. καὶ κατέφαγεν ἕως Μωάβ,
    1. Οὐαί σοι, Μωάβ·
    2. ἀπώλου, λαὸς Χαμώς.
    3. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασώζεσθαι,
    4. καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι,
    5. τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών.

  • καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἑσεβὼν ἕως Δαιβών,
  • καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
  • κατῴκησεν δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Ἀμορραίων.

    καὶ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα κοῦντα ἐκεῖ.

    καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς βασᾶν. καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς βασᾶν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδράειν.

    καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. κα ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτῶν.