Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ εἶπεν Κύριος πρὸς Ἀαρὼν λέγων Σὺ καὶ ὁ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἀπαρχὰς τῶν αγιων· σὺ κα οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατίας .

καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευεί, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι· καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.

καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς· πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονεαν] [*](AF) [*](5 αν AF Ι ἁ ἐμοῦ] ἄπο σου AF Ι τῶν ὑιῶν] om των Bab AF ] a] AF 6 ιβ] δώδεκα AF 7 ἐπέθηκεν F* ΑΠ . (απ F1(vid)) 8 ο] pr η AF Ι εξηνεγκεν] ἐξήνθησεν Α Ι ἐξήνθησεν] ἐξήνεγκεν F Ε 9 ἴδον F | ἔλαβεν] ἔβαλεν B ἔλαβον AF 10 σημεῖον] pr εις AF 11 καθὰ] ὅσα AF XVIII 1 πατρίας σου] του πάτρω π .. F) σου μέτα σου AF Ι ἀπαρχὰς] ἁμαρτίας AF | σὺ ο] pr κα BabAF 2 om σοι 1 o Α 3 om καὶ τὰς φῦλ’. τῆς σκήνης F* (hab καὶ τὰς φῦλ’. τη; σκ. σου AFlmsinf))

295
τᾶι, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.

καὶ προστεθήσονται B πρὸς σέ, καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.

καὶ φυλάξεσθε τὰς φυλακὰς τῷν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ἰσραήλ.

καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευείτας ἐκ μέσου υἱῶν Ἰσραήλ, δόμα δεδομένον κυρίῳ, λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·

καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατίαν ὑμῶν, κότα πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος, καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατίας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

ἐλάλησεν Κύριος πρὸς Ἀαρών Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον.

καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων καὶ ἀπὸ πάσης πλημμελίας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι ἀπὸ πάντων τῶν ἁγίων, σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.

ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.

καὶ τοῦτο ἔσται ὑμῖν ἀπαρχῶν δομάτων αὐτῶν, ἀπὸ πάντων τῶν ἐπιθεμάτων τῶν υἱῶν Ἰσραήλ· σοὶ δέδωκα αὐτὰ καὶ τοῖς υἱοῖς σου κοὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

πᾶσα ἀπαρχὴ ἐλαίου καὶ πᾶσα ἀπαρχὴ οἴνου, σίτου ἀπαρχὴ αὐτῶν, ὅσα ἂν δῶσι τῷ κυρίῳ, σοὶ δέδωκα αὐτά.

τὰ πρωτογενήματα πάντα ὅσα ἐν τῇ γῇ αὐτῶν, ὅσα ἂν ἐνέγκωσιν κυρίῳ, σοὶ ἔσταθ· πᾶς καθαρὸς ἐν τῷ οἴκῳ σου ἔδεται αὐτά.

πᾶν ἀνατεθεματισμένον ἐν υἱοῖς Ἰσραὴλ σοὶ ἔσται.

καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκός, ἃ προσφέρουσιν κυρίῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἁλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν [*](5 φυλαξετε Α Ι ἀγίων] + μου F | ἔσται] + ἔτι AF 6 ὑιῶν] pr BabAF 7 διατηρήσατε F | ιερατιας] ἱερωσύνης F 8 τῶν απαρχων χων Bab] ἀυτῶν ἀπ’. B* τῶν ἀπ’. μου AF 9 θυσιασμάτων] + BabAF Ι πλημμελιας] pr τῆς AF | ἁμαρτίων] † ἀυτῶν F | om τῶν 60 F 10 φαγεται] φάγετε B | σὺ BabF] σοι B*A 11 ὕμιν ἔσται F 12 οἴνου ffiTov] σιτου καὶ οἴνου Α οἴνου καὶ σίτου F | δῶσι] δώσει Bab δῶσιν AF 14 υἱοῖς] pr τοῖς Α 15 πὰν] πᾶς Α | μήτραν] pr πασαν Α | a] ὅσα BaA)

296
[*](B) κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ.

καὶ ἡ λύτρωσις αὐτοῦ ἀπὸ συντίμησις πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ὀβολοί εἰσιν.

πλὴν πρωτότοκα μόσχων καὶ πρωτότοκα προβάτων καὶ πρωτότοκα αἰγῶν οὐ λυτρώσῃ· ἅγιά ἐστιν· καὶ τὸ αἷμα αὐτῶν προσχεεῖς πρὸς τὸ θυσιαστήριον, καὶ τὸ στέαρ ἀνοίσεις κάρπωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ·

καὶ τὰ κρέα ἔσται σοί· καὶ τὸ στηθύνιον τοῦ ἐπιθέματος, καὶ κατὰ τὸν βραχίονα τὸν δεξιόν, σοὶ ἔσται.

πᾶν ἀφαίρεμα τῶν ἁγίων, ὅσα ἀν’ ἀφέλωσιν οἱ υἱοὶ Ἰσραὴλ Κυρίῳ, σοὶ δέδωκα καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ, νόμιμον αἰώνιον· διαθήκη ἁλὸς αἰωνίου ἐστὶν ἔναντι Τυρίου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ.

καὶ ἐλάλησεν κύριος πρὸς Ἀαρών Ἐν τῇ γῇ αὐτῶν οὐ κληρονομήσεις, καὶ μερὶς οὐκ ἔσται σοι ἐν αὐτοῖς, ὅτι ἐγὼ μερίς σου καὶ κληρονομία σου ἐν μέσῳτῶν υἱῶν Ἰσραήλ.