Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.

ὃτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν Αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς,

εἰ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν· ἀλλ᾿ ἢ τὰ τέκνα αὐτῶν ἃ ἐστιν μετ᾿ ἐμοῦ ὧδε, ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν, πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν· πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν.

ὁ δὲ παῖς μου Χαλέβ, ὃτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέν μοι, εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν.

[*](11 πασι AF | σημειοις] θαυμασιοις Α 12 απολω] αποκτεινω F* AF (απολω F1mg) 13 ηγαγες] ανηγαγες B ab AF | τῆ ισχυι (ισχυει B)] εν ισχυι AF 14 οφθαλμοις] οφθαλμους Α | οπταζη] οπτανη F1 (vid) pr συ F | συνπορευη] συμπορευη Bb συ πορευη Ba AF 16 τον λαον τοῦτον] αυτους Α 17 ισχυς] χειρ Α 18 τεταρτης] + γενεας AF 19 εγενου αυτοις AF | απ] απο F 22 τη ερημω] + ταυτη AF | της φωνης μου AF 23 ουδε] η AF | παροξυνοντες AF | αυτην B ab AF] την Β* 24 εισαξω] pr και AF | εισηλθ.ν F)
286
[*](B)

ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι·

αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθρόν.

Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων

Ἓως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ; αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ· τὴν γόγγυσιν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐγόγγυσαν περὶ ὑμῶν, ἀκήκοα.

εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, λέγει κύριος, εἰ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου, οὕτως ποιήσω ὑμῖν·

ἦέν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅσοι ἐγόγγυσαν ἐπ’ ἐμοί·

εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ’ ἢν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ’ αὐτῆς, ἁλλ’ ἢ Χαλὲβ υἱὸς ἡ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρθαι, θαι, εἰσάξω εἰς τὴν γῆν, καὶ κληρονομήσουσιν τὴν γῆν ἢν ὑμεῖς ἀπέστητε ἀπ’ αὐτῆς.

καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ·

οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ.

κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσεράκοντα ἡμέρας, ἡμέραν τοῦ ἐνιαυτοῦ, λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσεράκοντα ἔτη, καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου.

ἐγὼ Κύριος ἐλάλησα, εἰ μὴ οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ’ ἐμέ· ἐν τῆ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται.

καὶ οἱ ἂνθρωποι οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν, καὶ παραγενηθέντες διεγόγγυσαν κατ’ αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς,

καὶ ἀπέθανον οἱ ανθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι Κυρίου·

κοὶ Ἰησοῦς υἱὸς Ναυὴ καὶ Χαλὲβ υἱὸς Ἰεφοννὴ ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν.

Καὶ ἐλάλησεν Μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς Ἰσραήλ, καὶ [*](AF) [*](25 επιστραφηται Α | ὑμεῖς καὶ ἀπάρατε] καὶ ἀπάρατε ὑμεῖς Α καὶ ἀπάρατε F* + υμεις, F1 mg 27 αυτοι] pr α BabAF | ἐμοῦ] μου AF 28 εἰ μὴν] εἰ μὴ Α | om εἰς τὰ ὤτα μου Α 29 πεσειται] αἰ sup ras B? πεσειτε B*vidA | οἱ κατηριθμ.] οἱ sup ras B?vid 30 αυτης] ἀυτὴν F | Ναυη | inter υ et η ras I lit A? 31 ἐν διαρπαγὴ] εἰς διαρπαγὴν AF Ι εσεσθαι] αἰ sup ras. Β? ἔσονται Α | κατακληρονομήσουσιν F 32 πεσειτε Α 33 om ἐν τη ἐρήμω 1° F j τεσσαράκοντα Bb Ι ὑμῶν 2°] ἀυτῶν Α Ι ἀναλώθη] ανηλ. ἀν’ Bab F1 34 ἀριθμὸν] ἄρτον F* vid ἀριθμὸν F1) Ι κατεσκεψασθε] ἐπεσκέψασθε Bab | τεσσαράκοντα Bb (bis) 35 εἰ μὴ] εἰ μὴν BabAF ἐξένεγκαι] αἰ sup ras Β? Ι περι] ἔπι Α 37 οἱ κατειπαντες ] om οἱ B* (hab BabAF) | κατειπόντες F | πόνηρα κάτα τῆς γῆς AF)

287
ἐπένθησεν ὁ λαὸς σφόδρα.

καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν [*](B) εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν κύριος, ὅτι ἡμάρτομεν