Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἐνέδωκεν φωνῇ, καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην.

καὶ διεγόγγυζον ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν πάντες οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῆ Αἰγύπτῳ, ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν·

καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην ἐν πολέμῳ ; αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς Αἴγυπτον.

καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς Αἴγυπτον.

καὶ ἔπεσεν Μωυσῆς καὶ Ἀαρὼν ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ,

Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ καὶ Χαλὲβ ὁ τοῦ Ἰεφοννὴ τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν,

καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγοντες Ἡ γῆ, ἣν κατεσκεψάμεθα αὐτήν, ἀγαθή ἐστιν σφόδρα σφόδρα·

δεῖ αἱρετίζει ἡμᾶς κύριος, εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν ἣτις γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι.

ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε· ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς, ὅτι κατάβρωμα ἡμῖν ἐστίν· ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν· μὴ φοβηθῆτε αὐτούς.

καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτούς. καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ.

Καὶ [*](AF)[*](30 θάλασσαν] + καὶ πάρα ’τον Ιορδανην ποταμὸν Bab (mg) 31 κατακληρονομησωμεν Α 32 μετ’ αὐτοῦ] μετ’ avruv] AF | αναβαινομεν] F | om μὴ F* (superset F1) | ηνων ἐστιν F 33 om ἔπι TTOS] pr καὶ AF εορακαμεν Flms | om εκει AF 34 XIV 1 ἐνέδωκεν φωνη] ἔδωκεν φωνὴν AF 2 αὐτοῖς F* αὐτοὺς F1) 3 παίδια] + ἤμων AF Ι εἶ διαρπ. ἔσονται Α Ι om ἥμιν Bab 8 αιρετιζει AF] ἐρεθίζει B 9 του κυρίου] om του F | ἐστιν] εἰσιν F 10 εἶπαν F | αυτους] + ἐν λίθοις Bab AF img λίθοις F*) | πάσι] ἐν πᾶσιν AF)

285
εἶπεν Κύριος πρὸς Μωυσῆν Ἓως τίνος παροξύνει με ὁ λαὸς οὗτος; [*](Β) καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς

πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο.

καὶ εἶπεν Μωυσῆς πρὸς Κύριον Καὶ ἀκούσεται Αἲγυπτος, ὅτι ἤγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν·

ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἔπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὃστις ὀφθαλμοῖς κατ᾿ ὀφθαλμοὺς ὀπτάζῃ, Κύριε. καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ᾿ αὐτῶν, καὶ ἐν στύλῳ νεφέλης συνπορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα.

καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα, καὶ ἐροῦσιν τὰ ἔθνη ὃσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες

Παρὰ τὸ μὴ δύνασθαι Κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς, κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.

καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου, Κύριε, ὃν τρόπον εἶπας λέγων

Κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης.

ἂφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου, καθάπερ ἳλεως αὐτοῖς ἐγένου ἀπ᾿ Αἰγύπτου ἕως τοῦ νῦν.

καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου·