Numbers

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ἁσηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Φαράν.

Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρᾶν διὰ φωνῆς Τυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.

καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, Σαμουὴλ υἱὸς Ζακχυρ.

τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί·

τῆς φυλῆς Ἰούδα, χαλὲβ υἱὸς Ἰεφοννή.

τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ·

τῆς φυλῆς Ἐφράιμ, Αὑσὴ υἱὸς Ναυή·

τῆς φυλῆς Βενιαμείν· Φαλτεὶ υἱὸς Ῥαφού·

τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς Σουδεί·

τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδεὶ υἱὸς Σουσεί·

τῆς φυλῆς Δάν, Ἀμειὴλ υἱὸς Γᾶμαί·

τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ·

τῆς φυλῆς Νεφθαλεί, Ναβεὶ υἱὸς Ἰαβεί.

τῆς φυλῆς Γάδ, Γουδιὴλ υἱὸς Μακχί.

ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπ’ ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Λύση υἱὸν Ναυὴ Ἰησοῦν.

καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς [*](AF) [*](11 αμαρτια[.] F 12 γένηται] γένοιτο Α | ὤσει ισον] ως | ἔισον F Ι cm ὤσει ἔκτρωμα F* (hab F1 mg) Ι κατεσθίει] pr καὶ BabAF Ι ἀύτης sup ras Aa 14 εντραπησεται· επτα AF | ἀφορισθήτω] ἀφορισθήσεται Α | om ἔπτα ἡμέρας 2° AF 15 ἐκαθαρίσθη] καθερισθη Α ΧΙΙΙ 1 παρενέβαλεν Α | pr του BabAF 3 ἀποστείλας] αποστελεις AF 4 ἐξαπέστειλεν] απεστειλεν Α 5 Σαμουηλ] Σαμαλιηλ Α Σαμμου| F Ι ὑίος] υἱοῦ Α Ζακχυρ F Ι Α Ζα. Χουρ F 6 Σαφατ] Σαφαν F | Σουρι AF 8 Ιλααλ] Ιγαλ AF 9 καύη] Ναυη] F 10 om ν (hab τῆς Βενιαμειν Φαλτι ὑίος Ραφαν F1 ms inf) Ι Φαλτι Α 11 om F* (hab φυλῆς Ζαβουλων Γουζιηλ ὑίος Σουδι Flmffinf) | Σουδι Α 12 Α | Γαδδι AF Σουσι AF 13 Αμιηλ | Γᾶμαι] TawaXt Α Μ. | λι F 14 Μιχαηλ BbAF 15 Νεφθαλι Α | Ναβει] Ναβα Α Ναβι F | Ιαβι Ἀρ’ 16 Τουδιηλ B* (front ) b | Μακχι Β* b] Μαχι Bab Μαχι Α Μαχειρ F 17 ὑίος Α)

283
τὴν γῆν Χανάαν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε [*](B) ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος·

καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐνκαθήμενον ἐπ’ αὐτῆς, εἰ ὀσχυρότερός ἐστιν ἢ ἀσθενής, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί·

καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐνκάθηνται ἐπ’ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, ἢ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίσταις·